1

 2

 3

 4

 5

 6

2

Ζαχαρία, μηδὲ λογισμοῖς ταράττου· ἄγγελός εἰμι φωτὸς, καὶ οὐχὶ σκότους· Γαβριήλ εἰμι ἐγὼ, εἷς τῶν ἀρχόντων τοῦ ἐπουρανίου βασιλέως· πρόσταγμα κομίζω, οὐκ ἐξουσίᾳ κελεύω. Ἀπεστάλην μηνῦσαί σοι, οὐχὶ ἔφοδον ποιῆσαί σοι. Σχῆμα περιβέβλημαι, οὐχὶ δὲ γυμνῇ τῇ οὐσίᾳ σοι φαίνομαι. Φείδεται γάρ σου τῆς ζωῆς ὁ ἀποστείλας με. Μὴ φοβοῦ, Ζαχαρία· ἀπεστάλην εὐαγγελίσασθαί σοι, οὐχὶ δὲ θαμβῆσαί σε. Τὸ γῆρας προβάλλῃ, καὶ τὴν ἄγονον πολιὰν, καὶ τὴν ἄσπορον μήτραν. Καὶ τίς θέλων γεννᾷ; Θεοῦ τὸ δῶρον· μὴ γὰρ ἀνθρώπου τὸ εὕρεμα; οὐκ ἤκουσας τοῦ Κυρίου λέγοντος· Ἐγώ εἰμι ὁ ποιῶν ἄνθρωπον, καὶ πλάσσων ἐν ἀνθρώπῳ πνεῦμα; Ἀπιστεῖς, Ζαχαρία; Πῶς ὁ Ἀδὰμ ἐπλάσθη; πῶς ἡ Εὔα ἐκτίσθη; πῶς ὁ Ἰσαὰκ ἐγεννήθη; Ὑπακούσας Ἀβραὰμ οὐκ ἐσφάλη·καὶ σὺ ἱερεὺς ὢν ἀπιστεῖς; Μὴ ἀδυνατεῖ παρὰ τῷ Θεῷ πᾶν ῥῆμα, Ζαχαρία; ∆ιὰ τὸ γῆρας ἀντιλέγεις, ὦ πρεσβῦτα; σωματικὴν νέκρωσιν δραστικωτέραν ὁρίζεις Θεοῦ; Εἰ μὴ εἶδες τὸν Ἀβραὰμ, καλῶς ἀμφέβαλες. Φυσικὴν ἀσθένειαν προβάλλῃ, καὶ θεϊκῆς ἐπαγγελίας παρούσης οὐ πιστεύεις, ἀλλ' ἀμφιβάλλεις καὶ φιλονεικεῖς; Μικρὰ αἰτεῖς, καὶ μεγάλα λαμβάνεις· καὶ ὡς ζημίαν ὑπομένων κραυγάζεις, Ζαχαρία; Ὑπὲρ τοῦ Ἰουδαϊκοῦ λαοῦ μόνον προσεύχῃ· ἐγὼ δὲ ὃ εὐαγγελίζομαί σοι, εἰς πάντα τὰ ἔθνη συνεισάγει τὴν σωτηρίαν. Ὁ δὲ Ζαχαρίας ταῦτα ἀκούσας, καὶ μικρὸν τὴν ὄψιν ἀποστρέψας, ἀνταποκριθεὶς πρὸς τὸν ἄγγελον ἔφη· Τί λέγεις, ὦ ἄγγελε; ἡ γυνή μου γεννήσει; Τί γάρ; διὰ τοῦτο προσηυξάμην, ἢ τούτου ἕνεκεν τὸ θυμίαμα κινῶ τῆς ἐφημερίας, ἵνα τὴν καρπογονίαν τῷ λαῷ ἐπιδείξω;

Συγγνώμην ἁμαρτημάτων αἰτῶ· μὴ γὰρ λύσιν στειρώσεως ἐπιποθῶ; τὴν συναγωγὴν κουφισθῆναι θέλω· μὴ γὰρ τὴν Ἐλισάβετ ὀγκωθῆναι; ψυχὰς τετραυματισμένας παρακαλῶ ἰαθῆναι· μὴ γὰρ μαζοὺς ξηρανθέντας γαλακτοῤῥυεῖς γενέσθαι; Τί λέγεις, ὦ ἄγγελε; ἡ γυνή μου γεννήσει; Καὶ τί τὸ κέρδος τῶν ἔξω προσευχομένων; ἆρα δὲ ἀκούσαντες οὐ λιθάσουσί με, λέγοντες ὅτι μὴ ὑπὲρ αὐτῶν καὶ τῆς κοινωφελοῦς ἕνεκεν σωτηρίας καθίσταμαι ἀρχιερεὺς, ἀλλ' ἑαυτοῦ μόνον; καὶ ὅτι οὐ λόγον, ἀλλὰ γόνον ἐδεξάμην· Οὐδείς μοι λόγος πρὸς τεκνογονίαν· ἄπαγε, τοῦτο οὐ βούλομαι. Ὅπερ ηὐχόμην, οὐκ ἔλαβον· καὶ νῦν ἕτερα ἀνθ' ἑτέρων μοι γνωρίζεις; Οὐδείς μοι λόγος περὶ παιδοποιίας· νόσος στειρώσεως γέγονε. Μὴ γὰρ χρόνος τὴν ἐπιθυμίαν ἐθέρισε, καὶ ἡ ἀσθένεια τῆς φύσεως, οὐ τῆς μίξεως; Οὐδείς μοι λόγος νῦν περὶ τεκνογονίας. Ἄνευ βακτηρίας βαδίζειν οὐ δυνάμεθα, καὶ πῶς τεκνογονίας ἄρχεσθαι κελευόμεθα; Τὸ γῆρας τὴν φύσιν ἠρνήσατο· πίστεως ἔξω τὸ πρᾶγμα. Τάφον περιβλεπόμεθα, καὶ τροφὸν ἀῤῥαβωνισόμεθα; Οὐδείς μοι λόγος περὶ τεκνογονίας. Τοῦ λαοῦ τὴν σωτηρίαν ζητῶ, καὶ τοῦ ἔθνους τὴν εὐδαιμονίαν, τῶν ἐχθρῶν τὴν αἰχμαλωσίαν, καὶ τοῦ λαοῦ τὴν εὐημερίαν, οὐχὶ δὲ κλαυθμυρίσματα, καὶ σπάργανα καὶ νηπιώδεις τροφάς. Οὐδείς μοι λόγος περὶ τούτου. Πῶς πατὴρ γνησίου παιδὸς εὑρεθήσομαι; Τὸ γῆρας ἀπωθεῖται τὴν πίστιν, ἔξω φύσεως λοιπὸν τὸ πρᾶγμα, διαλέλυται τὰ γεννητικὰ μόρια· ῥάβδον ὡς ἵππον κατέχων ἐπιβαίνω, καὶ μονογαμίας μοι πεῖραν ἀνα 61.759 ξέεις, ὅτε τάφος τὸ πᾶν σῶμα γέγονε; Κατὰ τί γνώσομαι τοῦτο, φράσον μοι, ὦ μέγιστε Γαβριήλ, (ἀναγκαῖον γὰρ τοῦτο καὶ τοὺς ἀγνοοῦντας γνῶναι, ὅτιπερ Γαβριὴλ, Θεοῦ ἄνθρωπος ἑρμηνεύεται)· εἰπὲ, κατὰ τί γνώσομαι τοῦτο; Ἰδοὺ τρέμοντά μου τὰ μέλη· ἰδοὺ τὸ γῆρας ἀμφοτέρων καὶ εἰς γῆν ὁρώντων. Εἰ μέρος ἐνέαζε, καὶ μέρος ἐπεπαλαίωτο, μικρά τις ἐλπὶς ἦν τῶν λεγομένων· νῦν ἑκατέρων τὸ σῶμα σεσάθρωται. Οὐδὲν ἕτερον περιμένομεν, εἰ μὴ τὸ δρέπανον τοῦ θανάτου, ὡς στάχυες πέπειροι πρὸς θερισμόν. Εἰ δὲ ὅλως ἀληθεύεις, δέσποτα Γαβριὴλ, ὃ λέγεις, δὸς δὴ ἄλλο προσοδεῦσαι σημεῖον, ἀῤῥαβῶνά μοι πίστευσον τῆς ἐπαγγελίας τὴν θαυματουργίαν. Κατὰ τί γνώσομαι τοῦτο; Ὁ Ἀαρὼν οὐκ ἐπίστευσεν, εἰ μὴ ἡ ῥάβδος ἤνθησε· Μωϋσῆς οὐκ ἐπληροφορήθη, εἰ μὴ ἡ χεὶρ αὐτοῦ ἐλευκάνθη· Γεδεὼν οὐ συνῆκεν, εἰ μὴ ἐπὶ τὸν πόκον γέγονεν ἡ δρόσος.