1

 2

 3

 4

4

ἐμὴν δύναμιν. Μὴ πάλιν εἴπῃς μετὰ τὸ ἅπαξ ἰδεῖν· Ἐὰν μὴ πάλιν ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, οὐ μὴ πιστεύσω. Ἕως εἰμὶ μεθ' ὑμῶν, ὡς βούλει, πολυπραγμόνησον· ἕως ἔχεις παρισταμένην σοι τὴν οὐράνιον ἄμπελον, πάντας τοὺς κλάδους αὐτῆς καὶ τοὺς βότρυας ἐρεύνησον. Ἀνελεύσομαι γὰρ εἰς οὐρανοὺς, ὅθεν ἦλθον εἰς γῆν, ἀνελεύσομαι ὅπου εἰμὶ, ἀνελεύσομαι τῇ ἀνθρωπότητι ὅθεν συγκατέβην ὑμῖν τῇ θεότητι, ἀνελεύσομαι μετὰ τούτου τοῦ σώματος, ὁ χωρὶς τούτου ἐκδημήσας ἐκεῖθεν, καὶ μείνας ἐκεῖ· ἀνελεύσομαι μετὰ τῆς ὑμετέρας φύσεως πρὸς τὸν πατρῷον κόλπον, Ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός· ἤνυσα γὰρ τὸ ἔργον, δι' ὃ τὴν ὁδὸν ταύτην πεποίημαι.

Ἁψάμενος τοίνυν ὁ Θωμᾶς τῶν ∆εσποτικῶν χειρῶν καὶ τῆς θείας πλευρᾶς, καὶ μεστὸς γενόμενος δειλίας ὁμοῦ καὶ περιχαρείας ἐκ τῆς θέας ὧν ἐπεθύμησε, πρὸς ὑμνῳδίαν εὐθέως τὴν γλῶτταν κινεῖ, βοῶν πρὸς τὸν Κύριον· Ὁ Κύριός μου, καὶ ὁ Θεός μου· σὺ εἶ Κύριος καὶ Θεὸς, σὺ εἶ καὶ ἄνθρωπος καὶ φιλάνθρωπος, σὺ εἶ ξένος καὶ παράδοξος τῆς φύσεως ἰατρός· οὐ τέμνεις σιδήρῳ τὰ πάθη, οὐ καίεις πυρὶ τὰ ἕλκη, οὐκ ἐρανίζῃ παρὰ βοτανῶν τὴν τῶν φαρμάκων ἰσχὺν, οὐκ ἐπιδεσμεύεις ἐπιδέσμοις ὁρατοῖς τὰ κάμνοντα ἕλκη· ἔχεις οἰκτιρμῶν ἐπιδέσμους ἀοράτους, ἀοράτως τὰ διαλελυμένα συσφίγγοντας· ἔχεις λόγον σιδήρου τομώτερον, ἔχεις ῥῆμα πυρὸς δυνατώτερον, ἔχεις νεῦμα φαρμάκου προσηνέστερον. Ὡς δημιουργὸς ἀπόνως ἁγιάζεις τὸ ποίημα, ὡς πλάστης μεταπλάττεις ἀκαμάτως τὰ πλάσματα. Σὺ λέπραν ἀπέξεσας, ὡς ἠθέλησας, σὺ χωλοὺς δρομαίους ἀνέδειξας, σὺ παραλύτους βαστάζειν τὰς ἑαυτῶν κλίνας ἐποίησας, σὺ τυφλοὺς ἐκ γενετῆς ἀπονίψασθαι τὸν ζόφον ἐκέλευσας, σὺ τοὺς δαίμονας ἐκ τῶν σῶν ποιημάτων ἐξώρισας, σὺ παρὰ τῶν ἐχθρῶν ἐκρατήθης βουλόμενος, σὺ θέλων παρὰ τῶν Ἰουδαίων πάντα κατὰ σάρκα πέπονθας δι' ἐμὲ, Ὁ Κύριός μου, καὶ ὁ Θεός μου.

Ἐπέγνων τὸν ἐμὸν ∆εσπότην, ἐπέγνων τὸν ἐμὸν ἁλιέα καὶ φύλακα, ἐπέγνων τὸν ἐμὸν βασιλέα καὶ κύριον, Ὁ Κύριός μου, καὶ ὁ Θεός μου. Πιστεύω σου, ∆έσποτα, τῇ οἰκονομίᾳ, πιστεύω σου τῇ συγκαταβάσει, πιστεύω σου τῇ προσλήψει τῆς ἐμῆς ἀρχῆς, πιστεύω σου τὸν προσκυνούμενον σταυρὸν, πιστεύω σου τοῖς παθήμασι τῆς σαρκὸς, πιστεύω σου τῷ τριημέρῳ θανάτῳ, πιστεύω σου τῇ ἀναστάσει· λοιπὸν οὐκ ἔτι πολυπραγμονῶ· πιστεύω, οὐκέτι λογοθετῶ· πιστεύω, οὐκέτι ζυγοστατῶ· πιστεύω, οὐκέτι περιεργάζομαι· πιστεύω τοῖς ἐμοῖς ὀφθαλμοῖς, πιστεύω τῇ ἐμῇ δεξιᾷ.

Ἔμαθον ἀφ' ὧν εἶδον μὴ λογοθετεῖν· ἔμαθον ἀφ' ὧν ἐψηλάφησα προσκυνεῖν, μὴ ζυγομαχεῖν· ἕνα Κύριον καὶ Θεὸν ἐπίσταμαι, τὸν ∆εσπότην Χριστὸν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.