1

 2

 3

 4

3

ἀπὸ τῆς πλευρᾶς ἐπὶ τὴν γῆν, ἀπέπλυνεν ἡμῶν τὸ χειρόγραφον ἀπὸ τῶν ἁμαρτιῶν. Τί δέ ἐστι, Κατέδησε τὰ τραύματα αὐτοῦ; Τουτέστιν, ἔδησε τὸν διάβολον, καὶ ἔλυσε τὸν ἄνθρωπον· ἔδησε τὸ σκάφος, καὶ ἐζωοποίησε τὸ ναυαγῆσαν πλοῖον· κατέδησε καὶ ἐδούλωσε τὰς δυνάμεις τοῦ πονηροῦ, καὶ ἠλευθέρωσε τὸν ἄνθρωπον. Εἰ δὲ θέλεις καὶ ἑτέρως νοεῖν, ἄκουε. Μίξας οἶνον σὺν ἐλαίῳ· ἔλαιον ἐπάγει τὸν παρακλητικὸν λόγον, οἶνον δὲ τὸν στυπτικὸν καταδευόμενος, τὴν διδασκαλίαν τὴν συνάγουσαν τὴν διεσκορπισμένην διάνοιαν, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου· Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον. Ἔθηκε δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος· τουτέστι, λαβὼν ὁ Χριστὸς τὴν σάρκα ἐπὶ τοὺς ἰδίους ὤμους τῆς θεότητος, ἀνήνεγκε τῷ Πατρὶ εἰς οὐρανούς. Οὐ γὰρ χρυσὸν, ἢ ἄργυρον, ἢ λίθους τιμίους ἀνήνεγκεν, ἀλλὰ τὸν κατ' εἰκόνα ἄνθρωπον ἀνήνεγκεν ἀπὸ γῆς εἰς οὐρανοὺς, εἰς τὸ μέγα καὶ θαυμαστὸν καὶ εὐρύχωρον πανδοχεῖον, εἰς ταύτην τὴν καθολικὴν Ἐκκλησίαν.

Καὶ παρέδωκε τῷ πανδοχεῖ, τῷ μακαρίῳ Παύλῳ, τῷ στύλῳ τῶν Χριστιανῶν, τῷ γνησίῳ πανδοχεῖ, δοὺς αὐτῷ δύο δηνάρια· διὰ δὲ Παύλου τοῖς καθ' ἑκάστην Ἐκκλησίαν ἀρχιερεῦσι καὶ διδασκάλοις καὶ λειτουργοῖς· δύο δηνάρια, Παλαιάν τε καὶ Καινὴν ∆ιαθήκην, εἰπών· Ἐπιμελήθητι τοῦ ἀνθρώπου τούτου, καὶ εἴ τι δ' ἂν προσδαπανήσῃς, ἐγὼ ἐλθὼν ἀποδώσω σοι. Ὁ δὲ λέγει, τοῦτό ἐστιν· Ἐπιμέλησαι, φησὶ, τοῦ λαοῦ 62.758 τοῦ ἐξ ἐθνῶν, ὅν σοι παρέδωκα ἐν τῇ Ἐκκλησίᾳ. Ἐπειδὴ ἀσθενοῦσιν οἱ ἄνθρωποι τετραυματισμένοι ὑπὸ τῶν ἁμαρτιῶν, θεράπευσον αὐτοὺς, ἐπιτιθεὶς αὐτοῖς λίθον ἐμπλάστρου, τὰ προφητικὰ ῥήματα καὶ τὰ εὐαγγελικὰ διδάγματα, ὑγιαίνων αὐτοὺς διὰ τῶν τῆς Παλαιᾶς καὶ Νέας ∆ιαθήκης νουθεσιῶν καὶ παρακλήσεων, πείθων αὐτοὺς ἀποστῆναι τῆς ἁμαρτίας, καὶ καταλεῖψαι τὴν τοῦ διαβόλου πλάνην. Ἐὰν δὲ καὶ οὕτως ἀδιόρθωτοι μείνωσι, πεῖσον αὐτοὺς ἀπὸ τῶν σῶν κατορθωμάτων, κάμψον αὐτοὺς διὰ τῶν αὐστηρῶν σου λόγων· τύπος αὐτῶν γενοῦ, καὶ ὑπογραμμὸς ἀγαθὸς, ἐν λόγῳ, ἐν ἔργῳ, ἐν ἀναστροφῇ, ἐν πίστει, ἐν ἀγάπῃ, ἐν σεμνότητι, ἵνα τῷ σῷ τύπῳ ἐξακολουθήσωσι, καὶ μιμηταί σου γίνωνται τῆς ἀγαθῆς πολιτείας. Καὶ τοῦτο ἂν ποιήσῃς, καὶ ἰδίαν τινὰ προσθήκην λόγων ἢ ἔργων παράσχῃς, εἴ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐπανελθὼν ἀποδώσω σοι· τουτέστιν, ἐν τῇ δευτέρᾳ μου παρουσίᾳ τῆς ἀνταποδόσεως ἄξιον τῶν καμάτων σου ἀποδώσω σοι τὸν μισθόν. ∆ιὰ τοῦτο Παῦλος θαῤῥῶν ταῖς ὑποσχέσεσι ταύταις λέγει· Ἐγὼ δὲ ἥδιστα ὑπὲρ Χριστοῦ δαπανήσω, καὶ ἐκδαπανήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν· τὴν εἰς τὰ ἔθνη λέγων διδασκαλίαν καὶ τὴν διακονίαν τοῦ λόγου. Αὐτὸς γάρ ἐστιν ὁ τὰς Ἐκκλησίας τοῦ Θεοῦ ἐποικοδομῶν καὶ στηρίζων, καὶ πάντας ἀνθρώπους θεραπεύων διὰ τῶν πνευματικῶν νουθεσιῶν, ἑκάστῳ τὰ πρόσφορα νέμων, ὁδηγεῖ τὰς ψυχὰς ἡμῶν εἰς ζωὴν αἰώνιον. Τοῖς πᾶσι γὰρ, φησὶ, γέγονα τὰ πάντα, ἵνα τοὺς πάντας σώσω. Οὗτός ἐστιν ὁ καλὸς τῆς Ἐκκλησίας πανδοχεὺς, πάντας δέχεται καὶ πάντας ἐπιμελεῖται· οὐ πόρνον ἀπωθεῖται, οὐ μέθυσον, οὐ λοίδορον, οὐχ ἅρπαγα ἀποστρέφεται, οὐκ εἰδωλολάτρην βδελύσσεται, οὐχ ἕτερόν τινα ἀσεβῆ καὶ ἀκάθαρτον ἀποδιώκει, ἀλλὰ τοὺς πάντας δέχεται. Καθάπερ ἰατρὸς ἀποπλύνει τὰ τραύματα, καὶ διὰ λουτροῦ τῆς ἀναγεννήσεως ἀποσμήχει καὶ καθαίρει, καὶ προσφέρει τὰ στυπτικὰ ῥήματα, ὥσπερ οἶνον. πρὸς τὸ μὴ ἄγεσθαι ταῖς κατὰ ἄγνοιαν πραχθείσαις ἁμαρτίαις ἤτοι κακίαις.

Καὶ πάλιν θεραπεύει διὰ παρακλήσεως, δίκην ἐλαίου ἀλείφων τὰς ψυχὰς ἡμῶν· λέγει γὰρ οὗτος· Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον, τὴν λογικὴν λατρείαν ὑμῶν. Ὅσοι τοίνυν τῶν τοῦ Παύλου ῥημάτων μαθηταὶ τυγχάνετε, τὰς ἐντολὰς τοῦ Χριστοῦ φυλάξωμεν· ἵνα μὴ τῆς ἐπουρανίου Ἱερουσαλὴμ ἐκπέσωμεν καὶ πόλεως Θεοῦ ζῶντος.