1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

6

κατορθούμενον χάριτι. Κἀκεῖ μὲν καὶ δέρμα ἔστιν ἰδεῖν τεμνόμενον, καὶ ἰχῶρα ῥέοντα, καὶ σηπεδόνα κινουμένην, καὶ πολλὴν ἀηδίαν ἀπὸ τῆς θεωρίας ἐγγινομένην ὑπομεῖναι, καὶ πολλὴν ὀδύνην καὶ λύπην, οὐκ ἀπὸ τῆς ὄψεως τῶν τραυμάτων μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς ἀλγηδόνος τῶν καιομένων καὶ τῶν τεμνομένων· οὐδεὶς γὰρ οὕτω λίθινος, ὡς παρεστὼς τοῖς ταῦτα πάσχουσι, καὶ ἀκούων ὀλολυζόντων, οὐχὶ κατακλᾶται, καὶ συγχεῖται, καὶ πολλὴν τῇ ψυχῇ δέχεται τὴν ἀθυμίαν· ἀλλ' ὅμως διὰ τὴν ἐπιθυμίαν τῆς θεωρίας ταῦτα πάντα ὑπομένομεν. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον ἔστιν ἰδεῖν, οὐ πῦρ προσαγόμενον, οὐ σίδηρον βαπτιζόμενον, οὐχ αἷμα ῥέον, οὐ τὸν κάμνοντα ὀδυνώμενον, οὐκ ὀλολύζοντα· τὸ δὲ αἴτιον, ἡ σοφία τοῦ ἰατρεύοντος, οὐδενὸς δεομένη τούτων τῶν ἔξωθεν, ἀλλ' αὐτὴ ἑαυτῇ αὐτάρκης οὖσα. Ἀρκεῖ γὰρ ἐπιτάξαι μόνον, καὶ πάντα λύεται τὰ δεινά. Οὐ τοῦτο δέ ἐστι τὸ θαυμαζόμενον, ὅτι μετ' εὐκολίας τοσαύτης ποιεῖται τὴν ἰατρείαν, ἀλλ' ὅτι καὶ ἀνωδύνως, οὐδένα πόνον ἐπάγων τοῖς θεραπευομένοις. Ἐπεὶ οὖν καὶ μεῖζον τὸ θαῦμα, καὶ πλείων ἡ θεραπεία, καὶ καθαρὰ πάσης ἀθυμίας ἡ ἡδονὴ τοῖς θεωμένοις, φέρε μετὰ ἀκριβείας θεασώμεθα θεραπεύοντα τὸν Χριστόν. Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε, καὶ ἦλθεν εἰς ἰδίαν πόλιν, καὶ ἰδοὺ προσήνεγκαν αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον, καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ· Θάρσει, τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. Τοῦ μὲν ἑκατοντάρχου ἐλάττους εἰσὶ κατὰ τὴν πίστιν, τοῦ δὲ ἐν τῇ κολυμβήθρᾳ μείζους. Ἐκεῖνος μὲν γὰρ οὔτε τὸν ἰατρὸν εἵλκυσεν, οὔτε τὸν ἄῤῥωστον πρὸς τὸν ἰατρὸν ἤγαγεν· ἀλλ' ὡς Θεῷ προσῆλθε, καί φησιν· Εἰπὲ λόγῳ μόνον, καὶ ἰαθήσεται ὁ παῖς μου. Οὗτοι δὲ τὸν μὲν ἰατρὸν εἰς τὴν οἰκίαν οὐχ εἵλκυσαν, καὶ κατὰ τοῦτό εἰσιν ἴσοι τῷ ἑκατοντάρχῃ· τὸν δὲ ἄῤῥωστον πρὸς τὸν ἰατρὸν ἐκόμισαν, καὶ κατὰ τοῦτό εἰσιν ἐλάττους, ὅτι οὐκ εἶπον, Εἰπὲ λόγῳ μόνον. Τοῦ μέντοι κειμένου πολὺ βελτίους οὗτοι. Ἐκεῖνος μὲν γὰρ λέγει· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· οὗτοι δὲ ᾔδεισαν, ὅτι οὐδὲν δεῖ τῷ Χριστῷ, οὐχ ὑδάτων, οὐ κολυμβήθρας, οὐκ ἄλλου τοιούτου τινός· ἀλλ' ὅμως ὁ Χριστὸς οὐχὶ τὸν τοῦ ἑκατοντάρχου μόνον, ἀλλὰ καὶ τοῦτον κἀκεῖνον τῶν νοσημάτων ἀπήλλαξε, καὶ οὐκ εἶπεν· Ἐπειδὴ πίστιν ἐλάττονα προσήνεγκας, καὶ τὴν θεραπείαν ὡσαύτως λήψῃ· ἀλλὰ τὸν μείζονα ἐπιδειξάμενον μετ' ἐγκωμίων καὶ στεφάνων ἀπέπεμψεν εἰπών· Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Τὸν δὲ ἐλάττονα προσενεγκάμενον ἐκείνου οὐκ ἐπῄνεσεν οὐδὲν, οὐ μὴν τῆς ὑγείας ἀπεστέρησεν, ἀλλ' οὐδὲ ἐκεῖνον τὸν οὐδεμίαν ἐπιδειξάμενον πίστιν. Ἀλλὰ καθάπερ ἰατροὶ τὸ αὐτὸ νόσημα θεραπεύοντες παρὰ 51.56 μὲν τῶν ἑκατὸν χρυσίνους ἔλαβον, παρὰ δὲ τῶν ἡμίσεις, παρὰ τῶν ἐλάσσους, παρ' ἐνίων δὲ οὐδὲν ὅλως· οὕτω δὴ καὶ ὁ Χριστὸς, παρὰ μὲν τοῦ ἑκατοντάρχου πολλὴν καὶ ἄφατον ἐδέξατο πίστιν, παρὰ δὲ τούτου ἐλάττονα, παρ' ἐκείνου δὲ οὐδὲ τὴν τυχοῦσαν, καὶ ὅμως ἅπαντας ἐθεράπευσε. Τίνος οὖν ἕνεκεν καὶ τὸν οὐδὲν καταβαλόντα τῆς εὐεργεσίας ἠξίωσεν; Ὅτι οὐδὲ παρὰ ῥᾳθυμίαν, οὐδὲ παρὰ ἀναισθησίαν ψυχῆς, ἀλλὰ παρὰ τὸ ἀγνοεῖν τὸν Χριστὸν καὶ μηδὲν μηδέποτε μήτε μικρὸν μήτε μέγα ἀκηκοέναι περὶ αὐτοῦ θαῦμα, τὴν πίστιν οὐκ ἐπεδείξατο. ∆ιὰ τοῦτο οὖν καὶ συγγνώμης ἀπήλαυσεν· ὅπερ οὖν καὶ ὁ εὐαγγελιστὴς αἰνιττόμενος ἔλεγεν· Οὐδὲ γὰρ ᾔδει, ὅστις ποτὲ ἦν, ἀλλ' ἐξ ὄψεως αὐτὸν μόνης ἐπέγνω, ὅτε ἐκ δευτέρου συνέτυχεν.

εʹ. Τινὲς μὲν οὖν φασιν, ὅτι τῶν προσενεγκάντων πιστευσάντων μόνον, οὗτος ἐθεραπεύετο· ἀλλ' οὐκ ἔστι τοῦτο. Ἰδὼν γὰρ τὴν πίστιν αὐτῶν, οὐχὶ τῶν προσενεγκάντων μόνον, ἀλλὰ καὶ τοῦ προσενεχθέντος. Τί οὖν; ἑτέρου πιστεύσαντος ἕτερος οὐ θεραπεύεται; φησίν. Οὐκ ἔγωγε οἶμαι, πλὴν εἰ μή τι ἢ διὰ ἡλικίας ἄωρον, ἢ διὰ ὑπερβάλλουσαν ἀσθένειαν ἀδυνάτως ἔχει πρὸς τὸ πιστεῦσαι. Πῶς οὖν ἐπὶ τῆς Χαναναίας, φησὶν, ἐπίστευσε μὲν ἡ μήτηρ, ἐθεραπεύετο δὲ ἡ θυγάτηρ; καὶ τοῦ ἑκατοντάρχου δὲ ἀπιστήσαντος πῶς ὁ παῖς ἀνίστατο, καὶ διεσώζετο; Ὅτι οὐκ