1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

8

προσιόντες διὰ τὴν πίστιν, ἣν ἐκδείκνυνται. ∆ιὰ τοῦτο κἀκείνου τὴν ἐρημίαν, καὶ τούτου τὴν ζέουσαν πίστιν καὶ προθυμίαν ἔδειξε· διὰ τοῦτο ἐκεῖνον μὲν ἐν σαββάτῳ ἐθεράπευσε, τοῦτον δὲ οὐκ ἐν σαββάτῳ· ἵν', ὅταν ἴδῃς καὶ ἐν ἑτέρᾳ ἡμέρᾳ ἐγκαλοῦντας καὶ ἐπιτιμῶντας τῷ Χριστῷ, μάθῃς, ὅτι καὶ τότε οὐ διὰ τὴν τοῦ νόμου παρατήρησιν ἐνεκάλουν, ἀλλὰ τὴν οἰκείαν βασκανίαν φέρειν οὐκ ἔχοντες. ∆ιὰ τί δὲ οὐκ ἐπὶ τὸ τὴν παράλυσιν ὀρθῶσαι πρότερον ἦλθεν, ἀλλά φησι· Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι; Καὶ τοῦτο σφόδρα σοφῶς. Καὶ γὰρ τοῖς ἰατροῖς ἔθος ἐστὶ μὴ πρότερον τὰ νοσήματα λύειν, ἀλλὰ τὰς πηγὰς αὐτῶν ἀναιρεῖν. Οἷον πολλάκις ὑπὸ πονηροῦ χυμοῦ καὶ διεφθαρμένου ῥεύματος ἐνοχλουμένων ὀφθαλμῶν, ἀφεὶς ὁ ἰατρὸς τὴν νοσοῦσαν θεραπεῦσαι κόρην, τῆς κεφαλῆς ἐπεμελήσατο, ἔνθα ἡ ῥίζα καὶ ἡ πηγὴ τῆς ἀῤῥωστίας ἦν· οὕτω καὶ ὁ Χριστὸς ἐποίησε, τὴν πηγὴν ἀνα 51.58 στέλλει τῶν κακῶν πρότερον. Πηγὴ γὰρ κακῶν καὶ ῥίζα καὶ μήτηρ πάντων ἐστὶ τῆς ἁμαρτίας ἡ φύσις. Αὕτη τὰ σώματα ἡμῶν παραλύει· αὕτη τὰς νόσους ἐπάγει· διὰ τοῦτο καὶ ἐνταῦθά φησι· Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι· κἀκεῖ φησιν· Ἰδοὺ ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται, δηλῶν ἀμφοτέροις, ὅτι ἐξ ἁμαρτημάτων ἐτέχθησαν αὗται αἱ νόσοι. Καὶ ἐν ἀρχῇ καὶ ἐν προοιμίοις τῆς κτίσεως ἐξ ἁμαρτίας ἡ νόσος εἰς τὸ τοῦ Κάϊν κατέσκηψε σῶμα. Καὶ γὰρ ἐκεῖνος μετὰ τὴν ἀδελφοκτονίαν, μετὰ τὴν παρανομίαν ἐκείνην, τότε παρελύθη τὸ σῶμα. Τὸ γὰρ τρέμειν οὐδὲν ἕτερόν ἐστιν ἢ παράλυσις. Καὶ γὰρ ὅταν ἡ τὸ ζῶον οἰκονομοῦσα δύναμις ἀσθενεστέρα γένηται, οὐκέτι δυναμένη πάντα διαβαστάζειν τὰ μέλη, ἀφίησιν αὐτὰ τῆς οἰκείας προνοίας, εἶτα χαλασθέντα ἐκεῖνα τρέμει καὶ περιφέρεται.

ςʹ. Τοῦτο καὶ Παῦλος ἐδήλωσεν· ἁμαρτίαν γάρ τινα Κορινθίοις ἐγκαλῶν φησι· ∆ιὰ τοῦτο πολλοὶ ἐν ὑμῖν ἀσθενεῖς καὶ ἄῤῥωστοι· διὰ τοῦτο καὶ ὁ Χριστὸς πρότερον τὴν αἰτίαν ἀναιρεῖ τῶν κακῶν, καὶ εἰπὼν, Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἀνίστησιν αὐτοῦ τὸ φρόνημα, διεγείρει καταβεβλημένην τὴν ψυχήν· ὁ γὰρ λόγος ἔργον ἐγίνετο, καὶ εἰς τὸ συνειδὸς εἰσελθὼν αὐτῆς ἥπτετο τῆς ψυχῆς, καὶ πᾶσαν ἀγωνίαν ἐξέβαλεν. Οὐδὲν γὰρ οὕτως ἡδονὴν ποιεῖ, καὶ παρέχει θαῤῥεῖν ὡς τὸ μηδὲν ἑαυτοῦ κατηγορεῖν. Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι. Ὅπου γὰρ ἁμαρτημάτων ἄφεσις, ἐκεῖ υἱοθεσία. Οὕτω γοῦν καὶ ἡμεῖς οὐ πρότερον δυνάμεθα καλέσαι Πατέρα, ἕως ἐν τῇ κολυμβήθρᾳ τῶν ὑδάτων τῶν ἁγίων ἀπονιψώμεθα τὰ ἁμαρτήματα. Ὅταν γοῦν ἐκεῖθεν ἀνέλθωμεν τὸ πονηρὸν ἐκεῖνο φορτίον ἀποθέμενοι, τότε λέγομεν, Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Ἀλλὰ τίνος ἕνεκεν ἐπὶ τοῦ τριάκοντα ὀκτὼ ἔχοντος οὐχ οὕτως ἐποίησεν, ἀλλὰ τὸ σῶμα αὐτοῦ διώρθωσε πρότερον; Ὅτι ἐκείνῳ μὲν τῷ μήκει τοῦ χρόνου τὰ ἁμαρτήματα δεδαπάνητο· δύναται γὰρ πειρασμοῦ μέγεθος τὸ τῶν ἁμαρτημάτων φορτίον κοῦφον ποιεῖν· ὥσπερ οὖν καὶ ἐπὶ τοῦ Λαζάρου φησὶν, ὅτι ἀπέλαβε τὰ κακὰ αὐτοῦ, καὶ ἐνταῦθα παρακαλεῖται· καὶ πάλιν ἀλλαχοῦ φησι· Παρακαλεῖτε τὸν λαόν μου, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Καὶ πάλιν ὁ προφήτης, Κύριε, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν, ἐμφαίνων, ὅτι αἱ τιμωρίαι καὶ αἱ κολάσεις ἁμαρτημάτων συγχώρησιν ποιοῦσι, καὶ πολλαχόθεν τοῦτό ἐστι φανερὸν ποιῆσαι. Ἐμοὶ τοίνυν δοκεῖ μηδὲν ἐκείνῳ περὶ ἀφέσεως διαλεχθῆναι, ἀλλὰ πρὸς τὸ μέλλον αὐτὸν ἀσφαλίσασθαι, ὡς τῶν ἤδη πλημμεληθέντων τῷ μήκει τῆς ἀῤῥωστίας· ἢ εἰ μὴ τοῦτο, διὰ τὸ μηδὲν αὐτὸν μηδέπω περὶ τοῦ Χριστοῦ πεπεῖσθαι μέγα, διὰ τοῦτο ἐπὶ τὸ ἔλαττον πρότερον ἦλθε, καὶ τὸ φανερὸν καὶ δῆλον, τὴν τοῦ σώματος ὑγείαν· ἐπὶ δὲ τούτου οὐχ οὕτως, ἀλλ' ἐπειδὴ μᾶλλον ἐπίστευσε, καὶ ὑψηλοτέραν εἶχε ψυχὴν, διὰ τοῦτο αὐτῷ περὶ τῆς χαλεπωτέρας πρό 51.59 τερον διελέχθη νόσου· καὶ πρὸς τούτοις δὲ ἅπασιν, ἵνα τὴν εἰς τὸν Πατέρα ἰσοτιμίαν ἐπιδείξηται. Ὥσπερ γὰρ ἐκεῖ ἐν σαββάτῳ ἐθεράπευσε, βουλόμενος αὐτοὺς τῆς παρατηρήσεως ἀπαγαγεῖν τῆς Ἰουδαϊκῆς, καὶ ἐκ τῶν