1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

10

ζʹ. Ἰδοὺ καὶ δευτέραν ἀπόδειξιν ποιεῖται τῆς τῶν ἁμαρτημάτων ἀφέσεως. Τὸ μὲν γὰρ ἁμαρτίας ἀφιέναι τοῦ σῶμα θεραπεῦσαι πολλῷ μᾶλλον μεῖζόν ἐστι, καὶ τοσοῦτον μεῖζον, ὅσον ψυχὴ σώματος. Ὥσπερ γὰρ τοῦ σώματος νόσος ἡ παράλυσις, οὕτω καὶ τῆς ψυχῆς νόσος ἡ ἁμαρτία· ἀλλ' ἐκεῖνο εἰ καὶ μεῖζον ἦν, ἄδηλον ἦν· τοῦτο δὲ εἰ καὶ ἔλαττον ἦν, φανερὸν ἦν. Ἐπειδὴ τοίνυν μέλλει πρὸς τὴν ἀπόδειξιν τοῦ μείζονος τῷ ἐλάττονι κεχρῆσθαι, δεικνὺς, ὅτι διὰ τὴν ἀσθένειαν τὴν ἐκείνων οὕτως ἐποίησε, καὶ συγκαταβαίνων αὐτῶν τῇ ταπεινότητί φησι· Τί ἐστιν εὐκοπώτερον εἰπεῖν, Ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, Ἔγειραι καὶ περιπάτει; Τίνος οὖν ἕνεκεν ἐπὶ τὸ ἔλαττον ἔρχῃ δι' ἐκείνους; Ἐπειδὴ τὸ φανερὸν τοῦ ἀφανοῦς τρανοτέραν παρέχεται τὴν ἀπόδειξιν. ∆ιὰ τοῦτο οὐ πρότερον αὐτὸν ἀνέστησεν, ἕως οὗ εἶπεν αὐτοῖς· Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς, τότε φησὶ τῷ παραλυτικῷ, Ἔγειραι καὶ περιπάτει, ὡσανεὶ ἔλεγε· Μεῖζον μέν ἐστι σημεῖον ἡ τῶν ἁμαρτημάτων ἄφεσις· διὰ δὲ ὑμᾶς καὶ τὸ ἔλαττον προστίθημι, ἐπειδὴ τοῦτο ὑμῖν ἀπόδειξις ἐκείνου εἶναι δοκεῖ. Ὥσπερ γὰρ ἐκεῖ τὸν ἑκατοντάρχην ἐπαινέσας εἰπόντα, Εἰπὲ λόγῳ μόνον, καὶ ἰαθήσεται ὁ παῖς μου· καὶ γὰρ ἐγὼ λέγω τούτῳ, Πορεύου, καὶ πορεύεται· καὶ τῷ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται, ἐκύρωσεν αὐτοῦ τὴν γνώμην διὰ τῶν ἐγκωμίων· καὶ πάλιν τοῖς Ἰουδαίοις ἐγκαλέσας ἐπὶ τοῦ σαββάτου μεμφομένοις αὐτῷ, ὅτι πάλιν παραλύει τὸν νόμον, ἔδειξεν ὅτι κύριός ἐστι μεταθεῖναι νόμους· οὕτω δὴ καὶ ἐνταῦθα εἰπόντα τοῦτον, ἴσον ἑαυτὸν ποιεῖ τῷ Θεῷ, ἐπαγγελλόμενος ἃ τοῦ Πατέρος ἐστὶ μόνον, μεμψάμενος αὐτοὺς καὶ αἰτιασάμενος, καὶ διὰ τῶν ἔργων ἐπιδείξας ὅτι οὐ βλασφημεῖ, ἀναντίῤῥητον ἡμῖν παρέσχεν ἀπόδειξιν, ὅτι ταῦτα δύναται, ἃ καὶ ὁ γεγεννηκώς. Ὅρα γοῦν πῶς τοῦτο κατασκευάσαι βούλεται, ὅτι ἃ τοῦ Πατρός ἐστι μόνον, ταῦτα καὶ αὐτοῦ· οὐ γὰρ ἁπλῶς ἀνέστησε τὸν παραλυτικὸν, ἀλλ' εἰπών· 51.61 Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας· οὕτως ἔργον ἦν αὐτῷ καὶ σπουδὴ τοῦτο μάλιστα δεῖξαι, ὅτι τὴν αὐτὴν αὐθεντίαν ἔχει τῷ Πατρί.

ηʹ. Ταῦτα οὖν ἅπαντα, καὶ τὰ πρῴην καὶ τὰ πρὸ ἐκείνης εἰρημένα τῆς ἡμέρας μετὰ ἀκριβείας κατέχωμεν, καὶ τὸν Θεὸν παρακαλῶμεν ἀκίνητα μένειν ἐν τῇ διανοίᾳ τῇ ἡμετέρᾳ, καὶ τὴν παρ' ἑαυτῶν εἰσάγωμεν σπουδὴν, καὶ συνεχῶς ἐνταῦθα ἀπαντῶμεν. Οὕτω γὰρ καὶ τὰ πρόσθεν εἰρημένα φυλάξομεν, καὶ ἕτερα προσκτησόμεθα πάλιν· κἂν ἀποῤῥυῇ τι τῷ χρόνῳ, ῥᾳδίως αὐτὰ ἀνακτήσασθαι δυνησόμεθα τῇ συνεχεῖ διδασκαλίᾳ. Καὶ οὐ τὰ δόγματα μόνον ὑγιῆ καὶ ἄφθορα μενεῖ, ἀλλὰ καὶ ὁ βίος πολλῆς ἀπολαύσεται τῆς ἐπιμελείας, καὶ μεθ' ἡδονῆς καὶ μετ' εὐθυμίας τὴν παροῦσαν δυνησόμεθα διανύσαι ζωήν. Ὁποῖον γὰρ ἐνοχλεῖ πάθος τὴν ψυχὴν ἐνταῦθα παραγινομένων ἡμῶν, ῥᾳδίως διαλυθῆναι δυνήσεται· ἐπεὶ καὶ νῦν ὁ Χριστὸς πάρεστι, καὶ ὁ μετὰ πίστεως αὐτῷ προσιὼν δέξεται τὴν ἰατρείαν εὐκόλως, Πενίᾳ τις πυκτεύει διηνεκεῖ, καὶ τῆς ἀναγκαίας ἀπορεῖ τροφῆς, καὶ πεινῶν ἐκαθεύδησε πολλάκις, εἰσελθὼν δὲ ἐνταῦθα, καὶ ἀκούσας Παύλου λέγοντος, ὅτι ἐν λιμῷ καὶ ἐν δίψει καὶ γυμνότητι διῆγε, καὶ ὅτι οὐκ ἐν μιᾷ καὶ δύο καὶ τρισὶν ἡμέραις, ἀλλὰ διηνεκῶς τοῦτο ὑπέμεινε (τοῦτο γοῦν ἐνδεικνύμενος ἔλεγεν· Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν), λήψεται παραμυθίαν ἱκανὴν, μαθὼν διὰ τῶν εἰρημένων, ὅτι οὐχὶ μισῶν αὐτὸν ὁ Θεὸς οὐδὲ ἐγκαταλιμπάνων συνεχώρησεν εἶναι ἐν πενίᾳ· οὐ γὰρ ἂν εἰ μισοῦντος τοῦτο ἦν, ἐπὶ τοῦ Παύλου, τοῦ φίλου μάλιστα πάντων ἀνθρώπων ὄντος αὐτῷ, τοῦτο συνεχώρησεν· ἀλλὰ κηδόμενος καὶ προνοῶν, καὶ εἰς πλείονα ἄγων φιλοσοφίαν. Ἄλλος τις ὑπὸ νόσου καὶ μυρίων κακῶν τὸ σῶμα ἔχει πολιορκούμενον; Ἱκανὴ τούτῳ παραμυθία γένοιτ' ἂν τῶν παραλυτικῶν τούτων τὰ σώματα, καὶ μετὰ τούτων ὁ μακάριος καὶ γενναῖος τοῦ Παύλου μαθητὴς, ὃς διηνεκῶς ἐν ἀῤῥωστίαις ἦν, καὶ οὐδέποτε ἀνέπνει ἐκ τῆς μακρᾶς ἀσθενείας, ὅπερ οὖν καὶ ὁ Παῦλος ἔλεγεν· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν