1

 2

 3

1

In pentecosten Sermo 2

52.807 Ἐπεφοίτησεν ἡ τοῦ Πνεύματος χάρις· ἀληθὴς γὰρ ὁ τὴν δωρεὰν τοῦ

Πνεύματος ὑποσχόμενος. Ἐπεδήμησεν ὁ Παράκλητος ὁ παρὰ τοῦ ∆εσπότου Χριστοῦ κηρυττόμενος· ἀψευδὴς γὰρ ὁ τὴν ἄφιξιν προμηνύσας, οὐ δοῦλος δούλου παρουσίαν προλέγων, ἀλλὰ ∆εσπότης ὁμοτίμου ∆εσπότου γενόμενος μηνυτὴς, καὶ διδάσκαλος ἀγαθὸς, ἀγαθῷ παραχωρῶν διδασκάλῳ, μᾶλλον δὲ συμπαρόντι παρὼν καὶ συνανιὼν ἀνιόντι, καὶ συγκατιὼν ἐρχομένῳ. Ἀδιαίρετος γὰρ τῆς Τριάδος ἡ χάρις· καὶ οὔτε ἀναβὰς ἀπέστη, οὔτε ἐρχόμενος οὐ παρῆν. Ἀλλ' ἀνῆλθεν ὡς ἄνθρωπος ὁ Θεὸς Λόγος, καὶ πάρεστι· κατῆλθε δὲ ὁ Παράκλητος, καὶ τοὺς οὐρανοὺς οὐ κατέλιπεν· ἀλλὰ σὺν τῷ Πατρὶ βασιλεύει, καὶ τὴν γῆν καταυγάζει, καὶ τὴν οἰκονομίαν ἐπλήρωσε, καὶ γένη γλωσσῶν τοῖς ἀποστόλοις ἀπέστειλε· καὶ φωνῆς μέγεθος ἐξαίφνης ἠκούετο, καὶ βιαίας αὔρας ἦχος ἀπετελεῖτο, καὶ βροντῆς τύπον ἡ τοῦ Πνεύματος ἄφιξις ἐμιμεῖτο· ἐπὶ γὰρ τοὺς υἱοὺς τῆς βροντῆς περιεγίνετο.

Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός· καὶ ἦν τὸ φαινόμενον φοβερὸν, τὸ δὲ γινόμενον ποθεινόν· φλὸξ ἐφιζάνουσα, καὶ μὴ καίουσα, πῦρ ἐπικαθήμενον, καὶ μὴ φλέγον· πῦρ τὴν ἐπουράνιον σοφίαν δωρούμενον, πῦρ εἰς ἀπείρους μεριζόμενον γλώσσας, πῦρ εἰς μυρίας ἰδέας ῥημάτων τεμνόμενον· φλὸξ σοφιστεύειν τοὺς ἁλιέας διδάσκουσα, καὶ ῥήτορα τὸν σκυτοτόμον ἀπαρτίζουσα. Μᾶλλον δὲ οὐδὲν τοσοῦτον οἱ σοφισταί. Οἱ μὲν γὰρ ἑνός τινος ἦσαν ἔθνους διδάσκαλοι, οἱ δὲ τῆς οἰκουμένης γεγένηνται παιδευταί. Καὶ Γαλιλαῖος ἀνὴρ τὰ Μήδων ἐφθέγγετο, καὶ τὰ τῶν Πάρθων ἐπίστατο, καὶ τὰ τῶν Ἐλαμιτῶν οὐκ ἠγνόει· ἀλλ' εἶχεν ἐπὶ τοῦ στόματος πάσης εἰκόνας φωνῆς. Καὶ οὐδεὶς αὐτῶν τῶν ἀκροατῶν ἐνόμιζε βάρβαρον, οὐδὲ ὡς νόθους τοὺς λόγους τῆς ἀκοῆς ἀπέφυγεν· ἀλλ' ὡς παντὸς ἔθνους πολίτης ἠκούετο, πάσης τῆς οἰκουμένης γλῶτταν ἑαυτῷ περιφέρων, καὶ πρῶτον τοῦτον τῆς εὐσεβείας εἰλήφαμεν καρπόν.

Ἐπὶ μὲν γὰρ τῆς τοῦ πύργου κατασκευῆς τὰ τῆς φωνῆς ἐμερίσθη, καὶ τὰς ἀλλήλων ἠγνόησαν γλώττας οἱ ἄνθρωποι. Ἔδει γὰρ 52.808 τῆς θεομάχου βουλῆς τὴν ὁμόνοιαν ἀγνωσίαις συναχθῆναι ῥημάτων, καὶ τοὺς κακῶς ἀλλήλοις συμπράξαντας τῇ τῆς γλώττης μεταβολῇ διαστῆναι, καὶ τῶν ἀλογίστων ἐγχειρημάτων λόγῳ τὴν πεῖραν λαβεῖν, καὶ μήτε λέγοντα λέγειν, μήτε ἀκούοντα συνιέναι, μηδὲ μάτην προσαπολλύναι τοὺς χρόνους. Τί γάρ σοι τῆς ἀπονοίας τὸ κέρδος; τί σοι τῆς μεγαλουργίας τὸ τέλος; Τί τὸ ἀκατάληπτον βιάζῃ καταλαβεῖν; Τί τὸν οὐρανὸν ἁρπάζειν φιλονεικεῖς, ὁ μηδὲ τῆς γῆς ἄξιος ὢν ἀπολαύειν; Τί μετεωρολογεῖς, ὁ μηδὲ τῆς τοῦ πλησίον φωνῆς ἐπακούων; Μερίζω σοι τὴν φωνὴν, καὶ καταλύω τὴν πρᾶξιν, οὐ τὴν σὴν ἀνάβασιν δεδοικὼς, οὐδὲ ὑπὲρ τῆς ἐμοῦ βασιλείας φοβούμενος, ἀλλὰ σοῦ τοῦ μάτην πονοῦντος καὶ κοπτομένου κηδόμενος. Οὐδὲ γὰρ λίθων οἰκοδομὴ, καὶ πολυχειρίᾳ συντιθέμενος πύργος εἰς οὐρανὸν ἀνάγειν πέφυκεν, ἀλλὰ ἅρματα θεογνωσίας, καὶ πολλοὶ δικαιοσύνης, καὶ φωτὸς καθαρώτερος βίος, καὶ πτέρυγες ἀρετῆς πρὸς ἐκείνην τὴν ὁδὸν ἀνάγουσιν. Ἐκείνους μὲν ἡ γλῶττα μερισθεῖσα τῆς τόλμης κατέπαυσε, σοφῶς τε ὁμοῦ καὶ φιλανθρώπως τοῦτο τοῦ Θεοῦ κυβερνήσαντος.

Ὃ δὲ παρ' ἐκείνων ἔλαβεν ὡς κακῶν, τοῦτο τοῖς ἀποστόλοις ὡς ἀγαθοῖς ἐδωρήσατο, καὶ ὁ διὰ γλώττης κολάσας τοὺς ἀσεβεῖς, διὰ γλώττης τοὺς ἁγίους ἐδόξασε· καὶ οἱ τοῦ λόγου διάκονοι τὰς τοῦ λόγου μορφὰς ὑποδέχονται, οὐ πρὸς ἐπίδειξιν τῆς χάριτος ἀπολαύσαντες, ἀλλ' ἐπὶ χρείᾳ τὸ δῶρον ἐπιδεξάμενοι. Ἔδει γὰρ τοὺς τῆς οἰκουμένης παιδευτὰς τὰ τῆς οἰκουμένης ἐπίστασθαι. Ἀσθενὴς γὰρ διδάσκαλος ὁ τοῖς μανθάνουσιν ἀσαφής. Ἀλλ' ὡς τηλικούτων μυστηρίων