1

 2

2

παρθενίας ἦν ἀψευδὴς κατήγορος. Ἤσθιε, φησὶν, ἀκρίδας, καὶ μέλι ἄγριον. Τοὺς ἀποπηδῶντας Ἰουδαίους τοῦ νόμου καὶ τῶν ἐντολῶν λέγει, ὥς φησιν ἡ Γραφή· Ἐξήλατο ὡς ἀττέλαβος ὁ σύμμικτός σου, ἢ ὡς ἀκρὶς ἐπὶ φραγμῷ ἐν ἡμέρᾳ πάγους. Ἀνέτειλεν ὁ ἥλιος· καὶ ἀφήλατο, καὶ οὐκ ἔγνω ἔτι τὸν τόπον αὐτοῦ. Μέλι δὲ ἄγριον, διὰ τὸ τοὺς Ἰουδαίους τὴν γλυκύτητα τοῦ νόμου τῇ παραβάσει τῶν ἐντολῶν ἐξαγριᾶναι. Τότε παραγίνεται πρὸς αὐτὸν ὁ Ἰησοῦς, φησὶν, ἐπὶ τὸν Ἰορδάνην, ἐπὶ τὸ βαπτισθῆναι ὑπ' αὐτοῦ. Ὁ δὲ διεκώλυεν αὐτὸν, λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· Ἄφες ἄρτι· δεῖ σε μάρτυρα γενέσθαι τῆς εἰς ἐμὲ πεμπομένης φωνῆς ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶ πληρῶσαι πᾶσαν δικαιοσύνην.

∆εῖ με διδάξαι, ὅτι Ἐὰν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ∆εῖ με οὖν πρῶτον ποιῆσαι, καὶ τότε διδάξαι, ἵνα μὴ ἔχωσι πρόφασιν οἱ Ἰουδαῖοι· Ὁ διδάσκων ἑτέρους, 59.492 σεαυτὸν οὐ διδάσκεις; Ἄφες ἄρτι· δεῖ γὰρ τὸ ῥῆμα τοῦ καρτεροψύχου Ἰὼβ στῆναι, τὸ, Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ εἴη· δεῖ με ἀποσμῆξαι τὴν παλαιὰν τοῦ σώματος ἁμαρτίαν· δεῖ με τῷ Πνεύματι καινίσαι τὴν ψυχὴν, καὶ ὕδατι τὸ σῶμα. Ἄφες ἄρτι· δεῖ με ἀνοῖξαι τὴν τοῦ ὕδατος καὶ Πνεύματος μήτραν, ἵνα γένωμαι πρωτότοκος πολλοῖς ἀδελφοῖς. Ἐκ ταύτης γὰρ τῆς μήτρας τοὺς ἀποσφαλέντας Ἰουδαίους ἐλέγχει ὁ προφήτης κατηγορῶν· Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας. Τότε ἀφίησιν αὐτόν. Καταβάντος δὲ τοῦ Ἰησοῦ ἐν τῷ Ἰορδάνῃ, ἦν ἰδεῖν, ἀγαπητοὶ, θαῦμα μέγα, πηγὴν ἐν τῷ ποταμῷ λουομένην, καὶ ποταμὸν ἐν τῷ ποταμῷ βαπτιζόμενον. Πηγὴ γὰρ ὁ Χριστὸς, καθὼς λέγει αὐτός· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος. Καὶ ἡ νύμφη, ἡ Ἐκκλησία πρὸς αὐτόν· Πηγὴ ἐσφραγισμένη, ἡ ἀποστέλλουσα. Ὁ αὐτὸς ποταμὸς, καθώς φησιν ὁ προφήτης· Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων.

Κατῆλθεν ἐπὶ τὰ ὕδατα, καὶ ἡγιάσθησαν, καὶ ὑγίασεν αὐτά. Εἴ τίς ἐστιν ὑμῶν ἀμύητος, ἀγαπητοὶ, τοῦ βαπτίσματος, ἐλθέτω καὶ θεωρησάτω πῶς ὁ Πατὴρ οὐρανόθεν κράζει· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε. Ἰορδάνης κράζει, τὸ Πνεῦμα τὸν ἀέρα καθαρίζει, τὸν Υἱὸν καλεῖ ὁ Πατὴρ, τὸν οὐρανὸν καθαρίζει ὁ Υἱὸς, τὴν γῆν καλλωπίζει τὸ Πνεῦμα, τὸν ἀέρα λαμπρύνει. Νῦν πληροῦται τὸ πάλαι ὑπὸ τοῦ προφήτου εἰρημένον· Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα. Ἡμέρα ὁ Πατὴρ, ἡμέρα ὁ Υἱός. Ὁ Πατὴρ τῷ Υἱῷ ἐρεύγεται ῥῆμα, καθὼς ὁ Παῦλος λέγει· Λάβετε τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστιν ῥῆμα Θεοῦ· ᾧ τινι ῥήματι τοὺς πάντας ἡμᾶς συστήσει ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας, τῶν αἰώνων. Ἀμήν.