1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

11

θαύματα· οὐ τὸ αὐτό ἐστι πράξεις, καὶ τέρατα, καὶ δυνάμεις· ἀλλὰ πολλὴ ἡ διαφορὰ τούτων ἑκατέρων. Πρᾶξις μὲν γάρ ἐστιν οἰκείας σπουδῆς κατόρθωμα, θαῦμα δὲ θείας δωρεᾶς χάρισμα. Εἶδες ὅσον τὸ μέσον πράξεως καὶ θαύματος; Πρᾶξίς ἐστιν ἀνθρωπίνων ἱδρώτων συντέλεσμα, θαῦμά ἐστι θείας φιλοτιμίας ἐπίδειξις· πρᾶξίς ἐστιν ἐκ τῆς ἡμετέρας προαιρέσεως τὴν ἀρχὴν ἔχουσα, θαῦμά ἐστιν ἐκ τῆς τοῦ Θεοῦ χάριτος τὰ προοίμια λαμβάνον, καὶ τὸ μὲν τῆς ἄνωθεν ῥοπῆς, τὸ δὲ τῆς κάτωθεν γνώμης. Πρᾶξις ἐξ ἀμφοτέρων ὑφαίνεται, καὶ ἐξ ἡμετέρας σπουδῆς, καὶ ἐκ θείας χάριτος· τὸ δὲ θαῦμα γυμνὴν ἐπιδείκνυται τὴν ἄνωθεν χάριν, οὐδὲν τῶν ἡμετέρων ἱδρώτων δεόμενον. Πρᾶξίς ἐστιν ἐπιεικῆ εἶναι, σώφρονα, μέτριον, ὀργῆς κρατεῖν, ἐπιθυμίας καταγωνίζεσθαι, ἐλεημοσύνας ποιεῖν, φιλανθρωπίαν ἐπιδείκνυσθαι, ἅπασαν ἀσκεῖν ἀρετήν· τοῦτο πρᾶξίς ἐστι, καὶ πόνος, καὶ ἱδρὼς ἡμέτερος. Θαῦμά ἐστι δαίμονας ἀπελαύνειν, τυφλωθέντας ὀφθαλμοὺς ἀνοίγειν, λεπρῶν τὰ σώματα καθαίρειν, διαλελυμένα μέλη σφίγγειν, νεκροὺς ἐγείρειν, ἕτερα τοιαῦτα θαυματουργεῖν. Εἶδες πόσον τὸ μέσον πράξεων καὶ θαυμάτων, πολιτείας καὶ σημείων, τῆς ἡμετέρας σπουδῆς καὶ τῆς τοῦ Θεοῦ χάριτος;

γʹ. Βούλει καὶ ἑτέραν σοι δείξω διαφοράν; ∆ιὰ γὰρ ὑμᾶς σήμερον ἅπαντα τὸν λόγον τοῦτον ἐκίνησα, ὥστε μαθεῖν τὸ θαῦμα καὶ τὸ σημεῖον. Τὸ θαῦμα μεῖζον μέν ἐστι, καὶ φρικωδέστερον, καὶ τὴν ἡμετέραν ὑπερβαῖνον φύσιν· ἡ δὲ πρᾶξις καὶ ἡ πολιτεία ἔλαττον μὲν τῶν σημείων, χρησιμώτερον δὲ καὶ κερδαλεώτερον· πόνων γάρ ἐστιν ἀμοιβὴ καὶ σπουδῆς μισθός. Καὶ ἵνα μάθῃς ὅτι ἡ πρᾶξις τοῦ σημείου κερδαλεωτέρα καὶ χρησιμωτέρα, πρᾶξις μὲν ἀγαθὴ καὶ χωρὶς σημείων εἰς τὸν οὐρανὸν τοὺς κατωρθωκότας εἰσήγαγε, θαῦμα δὲ καὶ σημεῖα χωρὶς πολιτείας οὐκ ἴσχυσε πρὸς τὰ πρόθυρα χειραγωγῆσαι ἐκεῖνα. Καὶ πῶς, ἐγὼ δείξω· ὑμεῖς δὲ παρατηρεῖτε πῶς τὴν προεδρίαν αἱ 51.81 πράξεις ἔχουσι κατὰ τὴν τῶν μισθῶν ἀμοιβήν· πῶς τὰ μὲν σημεῖα καθ' ἑαυτὰ ὄντα οὐ σώζει τοὺς ποιοῦντας, ἡ δὲ πρᾶξις καθ' ἑαυτὴν οὖσα, οὐδενὸς ἑτέρου δεῖται πρὸς σωτηρίαν τῶν κεκτημένων. Πολλοὶ ἐροῦσί μοι, φησὶν ὁ Χριστὸς, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; τοῦτο σημεῖον καὶ θαῦμα· Οὐ τῷ σῷ ὀνόματι δαιμόνια πολλὰ ἐξεβάλομεν, καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν; Ὁρᾷς πανταχοῦ σημεῖα καὶ θαύματα· ἴδωμεν τί φησιν ὁ Θεός. Ἐπειδὴ γυμνὰ τὰ θαύματα, καὶ οὐδαμοῦ πολιτεία, Πορεύεσθε, φησὶν, ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Εἰ οὐκ οἶδας αὐτοὺς, πῶς οἶδας αὐτοὺς, εἰ ἐργάζονται τὴν ἀνομίαν; Ἵνα μάθῃς, ὅτι τὸ, Οὐκ οἶδα ὑμᾶς, οὐκ ἀγνοίας ἐστὶν, ἀλλὰ μίσους καὶ ἀποστροφῆς. Οὐκ οἶδα ὑμᾶς. Τίνος ἕνεκεν, εἰπέ μοι; Οὐ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν; ∆ιὰ τοῦτο γὰρ ὑμᾶς μισῶ καὶ ἀποστρέφομαι, φησὶν, ὅτι οὐδὲ ταῖς δωρεαῖς βελτίους ἐγένεσθε, ὅτι τοσαύτης ἀπολαύσαντες τιμῆς ἐμείνατε ἐπὶ τῆς αὐτῆς κακίας. Πορεύεσθε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς. Τί οὖν; Τὸ παλαιὸν ἀνάξιοι ἐλάμβανον χαρίσματα, καὶ διεφθαρμένοι τὸν βίον σημεῖα ἐπεδείκνυντο, καὶ θείας ἀπήλαυον δωρεᾶς, τῆς πολιτείας οὐκ ἐπιμελούμενοι τῆς ἀρίστης; Ἀπήλαυον διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, οὐ διὰ τὴν οἰκείαν ἀξίαν. Ἔδει γὰρ πανταχοῦ σπαρῆναι τῆς εὐσεβείας τὸν λόγον, ἐπειδὴ ἀρχὴ καὶ προοίμια τῆς πίστεως ἦν. Καθάπερ οὖν γηπόνος ἄριστος νεόφυτον δένδρον τοῖς κόλποις τῆς γῆς ἄρτι παρακατατιθέμενος, ἁπαλὸν ὑπάρχον ἔτι πολλῆς ἐπιμελείας ἀξιοῖ, πανταχόθεν περιφράττων, τειχίζων καὶ λίθοις καὶ ἀκάνθαις, ὥστε μὴ ὑπὸ ἀνέμων ἀνασπασθῆναι, μήτε ὑπὸ θρεμμάτων ἀδικηθῆναι, μήτε ὑπὸ ἄλλης τινὸς ἐπηρεασθῆναι βλάβης· ἐπειδὰν δὲ παγὲν καὶ πρὸς ὕψος ἀναδραμὸν ἴδῃ, περιαιρεῖ τὰ τειχία· ἀρκεῖ γὰρ αὐτὸ τὸ δένδρον πρὸς τὸ μηδὲν τοιοῦτον παθεῖν· οὕτω καὶ ἐπὶ τῆς πίστεως γέγονεν. Ὅτε νεόφυτος ἦν, ὅτε ἁπαλὴ ὑπῆρχεν, ὅτε προσφάτως ἐν ταῖς τῶν ἀνθρώπων κατεβλήθη ψυχαῖς, πολλῆς ἐπιμελείας ἠξιοῦτο πάντοθεν· ἐπειδὴ δὲ ἐπάγη καὶ ἐῤῥιζώθη καὶ πρὸς ὕψος ἀνέδραμεν, ἐπειδὴ πᾶσαν τὴν οἰκουμένην ἐπλήρωσε, καὶ περιῆρε τὰ