1

 2

 3

 4

 5

3

ἀναιδοῦς, καὶ οὐκ Ἰούδα τοῦ εὐλαβοῦς! Τὰ τέκνα ἐπέγνωσαν τὸν κτίστην, καὶ οἱ ἀπειθεῖς πατέρες ἔλεγον, Τίς ἐστιν οὗτος; Ἡ νέα ἡλικία τὸν Θεὸν ἀνύμνησε, καὶ οἱ πεπαλαιωμένοι ἡμερῶν κακῶν ἐπυνθάνοντο. Τίς ἐστιν οὗτος; Οἱ θηλάζοντες θεο λογοῦσι, καὶ οἱ πρεσβύτεροι βλασφημοῦσι, παῖδες εὐσεβῶς ἱερουργοῦσιν αἶνον, καὶ ἀνίεροι ἱερεῖς δυσσεβῶς ἀγαν ακτοῦσιν; Οἱ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἐπιστρέψατε τὰς καρδίας ὑμῶν ἐπὶ τὰ τέκνα ὑμῶν, μάθετε Θεοῦ μυστήρια. Αὐτὸ τὸ τελούμενον μαρτυρεῖ, ὅτι Θεός ἐστιν ὁ οὕτως ἀνυμνούμενος ὑπὸ ἀδιδάκτων γλωσσῶν. Ἐρευ νᾶτε τὰς Γραφὰς, καθὼς ἠκούσατε παρὰ τοῦ ∆εσπό του, ὅτι αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ αὐτοῦ, καὶ οὐκ ἀγνοεῖτε τὸ θαῦμα. Ἀκούσατε, οἱ ἀχάριστοι, τί εὐαγγε 59.706 λίζεται ὑμῖν ὁ προφήτης Ζαχαρίας. Φησὶ γάρ· Χαῖρε σφόδρα, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ ἐπιβεβηκὼς ἐπὶ πῶλον ὄνου.

∆ιὰ τί τὴν χαρὰν ἀποσείεσθε; διὰ τί ἡλίου λάμποντος, τὸ σκό τος ἀγαπᾶτε; διὰ τί πρὸς τὴν ἀπολέμητον εἰρήνην μελε τᾶτε πόλεμον; Εἰ τοίνυν υἱοὶ Σιών ἐστε, συγχορεύσατε τοῖς τέκνοις ὑμῶν· χαρᾶς ἀφορμὴ ἔστω ὑμῖν ἡ τῶν τέκνων θεοσέβεια. Μάθετε παρ' αὐτῶν, τίς ὁ διδάξας, τίς ὁ συναθροίσας, πόθεν τὰ διδάγματα, τίς ἡ καινὴ θεολογία, καὶ παλαιὰ προφητεία. Εἰ δὲ ἀνθρώ πων μὲν οὐδεὶς οὐδὲν τούτων ἐδίδαξεν, αὐτόματον δὲ τὸν αἶνον ἀναμέλπουσι, γνῶτε Θεοῦ εἶναι τὸ ἔργον, ὡς ἐν τῷ νόμῳ γέγραπται· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. ∆ιπλασιάσατε οὖν τὴν χαρὰν, ὅτι τοιούτων γεγόνατε πατέρες, οἵτινες καὶ τὰ τοῖς πρεσβυτέροις ἀγνοηθέντα θεοδιδάκτως ἀνευφήμη σαν. Ἐπιστρέψατε οὖν τὰς καρδίας ὑμῶν ἐπὶ τὰ τέκνα ὑμῶν, καὶ μὴ μύσητε τοὺς ὀφθαλμοὺς ὑμῶν πρὸς τὴν ἀλήθειαν. Εἰ δὲ αὐτοί ἐστε, καὶ ἀκούοντες οὐκ ἀκούετε, καὶ βλέποντες οὐ βλέπετε, καὶ μάτην διαφέρεσθε πρὸς τὰ νήπια, αὐτοὶ ὑμῶν κριταὶ ἔσονται κατὰ τὸν τοῦ Σωτῆρος λόγον. Καλῶς γοῦν καὶ τοῦτο μετὰ τῶν ἄλλων προανεφώνησε περὶ ὑμῶν ὁ προφήτης Ἡσαΐας λέγων· Οὐ νῦν αἰσχυνθήσεται Ἰακὼβ, οὐδὲ νῦν τὸ πρόσ ωπον μεταβαλεῖ· ἀλλ' ὅταν ἴδωσι τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, δι' ἐμὲ ἁγιάσουσι τὸν ἅγιον τοῦ Ἰακὼβ, καὶ τὸν Θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται· καὶ γνώ σονται οἱ τῷ πνεύματι πλανώμενοι σύνεσιν, οἱ δὲ γογγύζοντες μαθήσονται ὑπακούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην.

Ὁρᾷς, ὦ ἀνόητε Ἰουδαῖε, πῶς ἐκ προοιμίων τοῦ λόγου αἰ σχύνην ὑμῖν προκαταγγέλλει ὁ προφήτης διὰ τὴν ἀπεί θειαν ὑμῶν; Μάθετε κἂν παρ' αὐτοῦ, πῶς θεοδίδακτον κηρύσσει τὴν τῶν τέκνων ὑμῶν ὑμνῳδίαν, ὡς καὶ ὁ μακάριος ∆αυῒδ προανεφώνησε λέγων· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Ἢ τοίνυν τὴν ὁσιότητα τῶν παίδων οἰκειώσασθε, ὡς χρεὼν, ἢ μετὰ τῆς εὐσεβείας καὶ τοὺς παῖδας ἡμῖν χαρίσασθε. Ἡμεῖς τούτοις συγχορεύσωμεν καὶ συνεορτάσωμεν, καὶ τῇ καινῇ γλώσσῃ τὸ θεοδίδακτον ᾆσμα συμψάλλω μεν. Ποτὲ μὲν γὰρ Συμεὼν ὁ πρεσβύτης ὑπήντησε τῷ Σωτῆρι, καὶ ταῖς ἀγκάλαις ὑπεδέξατο τὸν τῶν αἰώνων ∆εσπότην ὡς βρέφος, καὶ Κύριον καὶ Θεὸν ἐκήρυξε· νῦν δὲ ἀντὶ πρεσβυτέρων ἀγνωμόνων οἱ παῖδες τῷ Σω τῆρι ὑπήντησαν ὡς Συμεὼν, καὶ τὰ κλάδη ἀντὶ ἀγκα λῶν ὑπέστρωσαν, καὶ Κύριον καὶ Θεὸν ηὐλόγησαν τὸν ἐπὶ πώλου ὡς ἐπὶ Χερουβὶμ καθεζόμενον, Ὡσάννα τῷ υἱῷ ∆αυῒδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Μεθ' ὧν βοήσωμεν καὶ ἡμεῖς, Εὐλογημένος ὁ ἐκ Θεοῦ Θεὸς, ὁ βασιλεὺς τῆς δόξης, ὁ πτωχεύσας ἐν τοῖς ἰδίοις αὐτοῦ ἀπτωχεύτως δι' ἡμᾶς, ἵνα ἡμᾶς πλου τίσῃ τῇ αὐτοῦ ἀγαθότητι· εὐλογημένος ὁ ἐλθὼν ἐν τα πεινώσει, καὶ πάλιν ἐρχόμενος ἐν δόξῃ· πρῶτον, ἐπὶ πώλου πραῢς καὶ ὑπὸ νηπίων ἀνευφημούμενος, ὅπως πληρωθῇ τὸ γεγραμμένον, Ἐθεωρήθησαν αἱ πορεῖαι σου, ὁ Θεὸς, αἱ πορεῖαι τοῦ Θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ· δεύτερον, φοβερὸς ἐπὶ τῶν νεφελῶν, καὶ ὑπὸ ἀγγέλων καὶ δυνάμεων δορυφορούμε νος. Ὢ τῆς μελιῤῥύτου τῶν παίδων γλώττης! ὢ τῆς