1

 2

 3

3

αὐτὸς ἐποίει δεικνύμενος, ἀλλ' ὁμοῦ μέν, ὅπερ εἶπον, καὶ προφητείαν πληρῶν καὶ φιλοσοφίαν παιδεύων, ὁμοῦ δὲ καὶ τοὺς μαθητὰς παραμυθούμενος, λυπουμένους διὰ τὸν θάνατον καὶ δεικνύς, ὅτι πάντα ταῦτα πάσχει ἑκών. Σὺ δέ μοι θαύμασον τοῦ προφήτου τὴν ἀκρίβειαν πῶς πάντα προεῖπε· καὶ τὰ μὲν ὁ ∆αυΐδ, τὰ δὲ ὁ Ζαχαρίας προανεφώνησεν. Οὕτω καὶ ἡμεῖς ποιῶμεν καὶ ὑμνῶμεν καὶ τὰ ἱμάτια προώμεθα τοῖς αὐτὸν φέρουσι.

Τίνος γὰρ ἂν εἴημεν ἄξιοι, ὅταν οἱ μὲν τὴν ὄνον περιβάλλωσιν ἣν ἐκάθητο, οἱ δὲ τοῖς ποσὶν αὐτῆς ὑποστρωννύωσι τὰ ἱμάτια, ἡμεῖς δὲ αὐτὸν γυμνὸν ὁρῶντες οὐδὲ ἀποδοῦναι κελευόμενοι, ἀλλ' ἀπὸ τῶν μενόντων δαπανᾶν μηδὲ οὕτως ὦμεν φιλότιμοι; Κἀκεῖνοι μὲν παρακολουθοῦσιν ἔμπροσθεν καὶ ὄπισθεν, ἡμεῖς δὲ καὶ προσιόντας παραπεμπόμεθα, διακρουόμεθα, ὑβρίζομεν. Πόσης ταῦτα κολάσεως ἄξια; μὴ δὴ πτωχεύωμεν, μηδὲ ἀπάνθρωποι καὶ ὠμοὶ περὶ ἡμᾶς αὐτοὺς γινώμεθα, ἀλλ' ἐμπορευσώμεθα τὴν καλὴν ταύτην πραγματείαν, ἵνα καὶ αὐτοὶ λαβόντες αὐτὴν ἀπέλθωμεν καὶ τοῖς υἱοῖς τοῖς ἑαυτῶν καταλείψωμεν καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν".