1

 2

 3

 4

 5

2

Σωτῆρα καὶ βασι λέα καὶ Κύριον προσαγορεύοντες. Ὅθεν παντί που δῆ λον, ὅτι ἄνωθεν ἐδέξαντο τὴν ἀποκάλυψιν.

Εἰ μὴ γὰρ ἄνωθεν ἐδέξαντο, πόθεν ἐγνώριζεν ὁ ὄχλος βασιλέα τὸν Κύριον; Οὐκ ἐφόρει διάδημα βασιλέως κοσμικοῦ, οὔτε περιεβέβλητο ἁλουργίδα, οὐκ ἐπεφέρετο πλῆθος στρα τοῦ, οὐ προέτρεχον αὐτῷ ἵπποι καὶ ἅρματα καὶ ἀσπίδες 61.716 χρυσοκόλλητοι, οὐκ ἐπωχεῖτο ἅρματι πορφυροστρώτῳ βασιλικῷ· πώλῳ δὲ ἐπεκάθητο ἀλλοτρίῳ μικρῷ, δώδεκα μαθητὰς μόνους ἐπαγόμενος. Πόθεν οὖν ἔγνω ὁ ὄχλος αὐτὸν βασιλέα τυγχάνειν, εἰ μὴ ἄνωθεν ἔλαβε τὴν ἀπο κάλυψιν; ∆ιὸ οὐκ ἐζήτουν ἐπὶ τοῦ Κυρίου διάδημα κο σμικόν· ἔγνωσαν γὰρ αὐτὸν ἀνάρχως βασιλεύοντα· οὐκ ἐζήτουν ἁλουργίδα· ἐθεώρουν γὰρ αὐτὸν ἀναβαλλόμενον φῶς, ὡς ἱμάτιον· οὐ περιεβλέποντο πλῆθος στρατιωτῶν, πεισθέντες τῷ εἰρηκότι προφήτῃ· Μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες ἀρχαγγέλων παρειστήκεισαν αὐτῷ· οὐκ ἐπεζήτουν ἵππους καὶ ἅρ ματα· ἐγνώρισαν γὰρ ὅτι αὐτός ἐστιν ὁ τὸν Ἠλίαν ἐν ἅρματι πυρίνῳ ἀναλαβών· καὶ τοὺς εὐαγγελιστὰς καθά περ ἵππους παρακολουθοῦντας αὐτῷ γινώσκοντες, πει σθέντες τῷ εἰρηκότι προφήτῃ· Ζαχαρίας δὲ οὗτός ἐστιν ὁ εἰπὼν, ὅτι Ὀπίσω αὐτοῦ ἵπποι λευκοὶ, καὶ πυῤῥοὶ, καὶ ποικίλοι, καὶ ψαροί. Λευκὸς ἵππος Ματθαῖος, ὡς τὰ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου σαφέστερον ἐκθέμενος· ψαρὸς ἵππος ὁ Μάρκος, ὃς διανθέστερον τὸ Εὐαγγέλιον ἔγραψε· ποικίλος ἵππος ὁ Λουκᾶς, ὡς εὐγλωττοτέρως καὶ ποικίλως τὰ κατὰ Κύριον ἐκθέμενος· πυῤῥὸς ἵππος Ἰωάννης, ὁ τὴν θεότητα τοῦ Χριστοῦ, καθάπερ ἀστρα πὴ πυρὸς, τοῖς ἀποστόλοις ἐκλάμψας. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.

Ἵππους δὲ ταχυδρόμους εἰς πᾶσαν τὴν γῆν τὸ Εὐαγγέλιον κομίσαντας, καὶ ὁ προφήτης Ἀμβακοὺμ τοὺς ἀποστόλους ὠνόμασε λέγων· Καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου· θάλασσαν τροπικῶς τὸν ἅπαντα κόσμον καλέσας. Οὐκ ἐζήτουν ἐπὶ τοῦ Κυρίου ὄχημα λιθοκόλλητον, πορφυρόστρωτον, βασιλικοῖς ὅπλοις διηθυσμένον· ᾔδεισαν γὰρ τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ, τὰς ἑξαπτέρυγας λαμπάδας, ὄχημα κεντούμενα, πεισθέν τες τῷ εἰρηκότι· Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ ἐμφάνηθι. Θεόθεν τοίνυν ὁ Ἱεροσολυμικὸς ἐκεῖνος πιστὸς ὄχλος τὴν ἀποκάλυψιν δεξάμενος, οὐκ ἐσκανδαλίσθη ὑπὸ τοῦ εὐτελοῦς πώλου, ἀλλ' ἐνεδυναμώθη ὑπὸ τῆς ∆εσπο τικῆς παρουσίας. ∆ιὸ ὡς μόνον εἶδον τὸν Κύριον ἐπι βάντα τῷ πώλῳ, εὐθέως προφητικαῖς προῤῥήσεσι νυχθέντες, ἀναλαβόντες τὰ βαΐα τῶν φοινίκων, ἔλεγον πρὸς ἀλλήλους οἱ ὄχλοι· Τί ἀναμένομεν, καὶ οὐκ ἐξερ χόμεθα εἰς ἀπάντησιν τοῦ νοητοῦ φοίνικος, κρατοῦντες τὰ βαΐα τῶν φοινίκων; Ὁ καρπὸς αὐτοῦ γλυκάσματος καὶ ἀθανασίας πλήρης· τὰ φύλλα αὐτοῦ τῆς οἰκουμένης ἰάματα· τὸ στέλεχος αὐτοῦ, τουτέστι, τὸ ξύλον τοῦ σταυροῦ, τοῦ κόσμου παντὸς σωτηρία, καὶ τρόπαιον τῆς κατὰ τοῦ διαβόλου νίκης. Ἠκούσαμεν τῆς ἐξ ἡμῶν Ἐκκλησίας ἐν τοῖς Ἄσμασι τῶν ᾀσμάτων βοώσης· Ἀναβήσομαι ἐπὶ τοῦ φοίνικος, κρατήσω τῶν κλάδων αὐ τοῦ. Προλάβωμεν τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, καὶ ὡς φοίνικα νοητὸν, καὶ ὡς βασιλέα κραταιὸν ἀσπασώ μεθα.

Ταῦτα τῶν ὄχλων λεγόντων καὶ διαπραττομένων, καὶ τὸν Κύριον εὐφημούντων, οἱ ἀρχιερεῖς καὶ Φαρισαῖοι δριμυχθέντες σφόδρα ἐπετίμων τοῖς ὄχλοις λέγοντες· Τί ποιεῖτε, τί ματαιολογεῖτε προπετέστατοι; ὡς Θεῷ τῷ υἱῷ τοῦ τέκτονος προσέρχεσθε τὰ βαΐα κρατοῦντες; Κύριον ὀνομάζετε τὸν μὴ ἔχοντα ποῦ τὴν κεφαλὴν κλῖ ναι; βασιλικὰς φωνὰς περιβάλλετε τῷ ἐπὶ πώλῳ ὄνου καθεζομένῳ; οὐχὶ ὁ Πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ παρ' ἡμῖν εἰσι; Παύσασθε, προπετέστατοι, εἰ δὲ μή γε, κολασθήσεσθε. ∆ιὰ τοῦτο γὰρ ἀπεστάλημεν, ὅπως τοὺς ἐν ὑμῖν προπετεστάτους σημειωσώμεθα, δίκας τῇ τόλμῃ ἀποτιννύντας. Ταῦτα ἀκούσαντες οἱ ὄχλοι τῶν ἀρχιερέων λεγόντων, οὐ κινοῦνται μὲν πρὸς στάσιν, ἀποκρίνονται δὲ