1

 2

2

ναόν. Σεισμὸς ἐγέ νετο μέγας· Ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρα νοῦ, προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου.

Τί τοῦτο, ὦ ἄγγελε; ὡς δορυφόρος τοῦ ἀναστάντος βασιλέως ἐξ ὕψους κατέδραμες; ἦλθες ψυχ αγωγῆσαι θρηνοῦντα τὰ γύναια; ἦλθες συνευφρανθῆ ναι τῶν ἀνθρώπων τῷ γένει; Ἔασον παρακεῖσθαι τὸν λίθον τοῦ μνήματος. Τί σαλεύεις, ὃν οὐκ ἐκίνησε προσ ελθοῦσα ἡ πέτρα; Ὡς ἐτέχθη ἐκ μήτρας, οὕτω προ ῆλθεν ἐκ μνήματος· οὐ γὰρ ἐνώχλησε τῆς παρθενίας τοῖς κλείθροις τικτόμενος, οὐκ ἐκίνησε τὸν λίθον, ὃν ἐφύλαξε. Τὸν τάφον μετὰ τοῦ λίθου ἐσφραγισμένον κατ έλιπεν. Οἶδα, φησὶν, οἶδα· ἀλλ' οὐχ ἁπλῶς γέγονε τὸ γενόμενον· τῷ τοῦ ∆εσπότου μου ὑπούργησα νεύματι· οἰκονομικῶς τὸν λίθον ἐκύλισα, ἵνα Πέτρος παρακύ ψας θεάσηται τὰ ὀθόνια· ἵνα ἴδωσιν αἱ γυναῖκες τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος. Ἀπεκύλισε, φησὶ, τὸν λίθον, καὶ ἐκάθητο ἐπάνω αὐτοῦ.

Ἐτήρει τὸν τῶν Ἰουδαίων κατήγορον, ἐφύλαττε τὸν τῆς ἀναστάσεως μάρτυρα· ἐτήρει τὸν λίθον τῶν λελιθωμένων τὴν καρ δίαν πρὸς ἔλεγχον. Τοῦτο γὰρ καὶ ὁ Κύριος τὴν τῶν Χριστοκτόνων δυσμένειαν ἐκπομπεύων πρὸς αὐτοὺς ἐν 62.756 Εὐαγγελίοις ἐβόα· Κἂν αὐτοὶ σιωπήσωσιν, οἱ λίθοι κεκράξονται. Ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών· εἰκότως. Ἔνθα γὰρ ἁμαρτίας σπῖλος οὐκ ἔγκειται, πάντα φωτός ἐστιν ἀνάμεστα, τῇ τῆς χιόνος ἐοικότα λαμπρότητι. Ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγέ νοντο ὡσεὶ νεκροί. Ἐπὶ τοῦ δούλου ὡς νεκροὶ, καὶ ἐπὶ τοῦ κτιστοῦ τολμηροί. Τί δὲ καὶ τὰ ἑξῆς; Ἀποκρι θεὶς, φησὶν, ὁ ἄγγελος εἶπε ταῖς γυναιξὶ, Μὴ φοβεῖσθε ὑμεῖς. Ὢ παραδόξων πραγμάτων! ὢ ξένων διηγημά των! τῶν στρατιωτῶν γεγονότων ὡσεὶ νεκρῶν, ταῖς γυναιξὶ διελέγετο, Μὴ φοβεῖσθε; Ἐχρῆν γὰρ τοὺς ἀπί στους φύλακας ἐναπομεῖναι τῷ φόβῳ, ταῖς δὲ πισταῖς γυναιξὶ τὴν τῆς σωτηρίας εὐαγγελισθῆναι χάριν. Μὴ φοβεῖσθε ὑμεῖς· Ἀδὰμ γὰρ ὑπὸ τοῦ τῆς φύσεως ὑμῶν κεραμέως ἀνεπλάσθη, καθάπερ ἐν τροχῷ τῷ σταυρῷ. Μὴ φοβεῖσθε· τῆς ὑμετέρας γὰρ μητρὸς Εὔας ἐλύθη τὸ πρὸς κατάκρισιν ἔγκλημα. Μὴ φοβεῖσθε· πρὶν γὰρ ἐγὼ ἀποκυλίσω τὸν λίθον, ὃν ζητεῖτε, μετ' ἐξουσίας ἀνέστη· αὐτῷ ἡ δόξα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.