1

 2

 3

2

φησὶν ὁ Ἰάκωβος, ψαλλέτω. Ἀναστάσεως ἡ παροῦσα ἡμέρα, οὐχὶ ὕβρεως· οὐδεὶς ὀρχούμενος εἰς οὐρανοὺς ἀναβαίνει, οὐδεὶς μεθύων βασιλεῖ παρίσταται. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ταύτην τὴν εὐωχίαν ἐκ πολλῶν χρόνων ὁ προφήτης ∆αβὶδ κατανοήσας καὶ ἐν ἑτέρῳ ψαλμῷ λέγει· Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. ∆ιὰ τί; Ὅτι ὁ ἰουδαϊσμὸς ἀπώσθη καὶ χριστιανισμὸς προσετέθη. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ὅτι οἱ μακρὰν ἐγγὺς ἐγενήθημεν. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ὅτι δεσποτικῷ αἵματι ἠγοράσθητε, ὅτι κατεπατήσατε τὸ κράτος τοῦ θανάτου, ὅτι ἄνθρωποι τῇ φύσει ὄντες θεοὶ τῇ χάριτι κληρούμεθα. Τῇ ἐκκλησίᾳ πρέπει ἑορτάζειν, τῇ κατ' εἰκόνα τοῦ ἐν Ἐδὲμ παραδείσου φυτουργηθείσῃ· ὧδε τὸ ξύλον τῆς ζωῆς ἐν τῷ θυσιαστηρίῳ ἐρρίζωται, ὧδε τεσσάρων εὐαγγελικῶν ποταμῶν χριστόβρυτος μία πηγή, ὧδε τὸ τῆς παρθενίας ἀμάραντον ῥόδον, ὧδε τὸ τῆς εὐποιΐας ἀείζωον ἴον, ὧδε τὸ τῆς συζυγίας τῆς νομικῆς βοτρυοφόρον κλῆμα, ὧδε τὸ τῶν νεοφωτίστων λευκοφανὲς κρίνον κατὰ τὸ φάσκον ῥητόν· Ἀγαλλιάσθω ἡ ἔρημος καὶ ἀνθείτω ὡς κρίνον. Ἔρημος ἦν ποτε ἡ ἐξ ἐθνῶν ἐκκλησία πρὸ τῆς δεσποτικῆς ἀναστάσεως, ἀλλ' ἡ τῆς σαρκὸς τοῦ κυρίου ἀνάστασις τὴν ἔρημον πολύτεκνον ἀνέδειξεν, τὴν ἄκαρπον εἰς ἀφυλλορρόητον τῆς εὐκαρπίας δένδρον μετέβαλεν, τὴν ἄβατον βάσιμον εἰργάσατο.

Καὶ ταῦτα ὁ προφήτης Ἠσαΐας προθεωρήσας τῷ πνεύματι ἔλεγεν· Εὐφράνθητι στείρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Λάμπει πανταχοῦ ἡ τῶν νεοφωτίστων περιδρομὴ καὶ πάντες ἑορτάζομεν. Ἡμεῖς εὐφραινόμεθα, ἡμεῖς τὸ κυριακὸν πάσχα σαλπίζομεν πειθόμενοι Παύλῳ βοῶντι· Καὶ γὰρ τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ἡ σκιὰ παρῆλθεν, ἡ ἀλήθεια ἔλαμψεν· ὁ νόμος ἐπαύθη, ἡ χάρις ὑψώθη· ἡ πληγὴ τῆς περιτομῆς ἐτάφη, ἡ σφραγὶς τοῦ βαπτίσματος ἐζωοποιήθη. Οὐκέτι ἡ ἅλμη τῆς Ἐρυθρᾶς θαλάσσης, ἀλλ' ἡ γλυκύτης τῆς ἱερᾶς κολυμβήθρας διαυγάζει· οὐκέτι ἡ ἀδελφὴ Μωϋσέως τὸ τύμπανον τινάσσει, ἀλλ' ἡ ἐκκλησία τὸ εὐαγγέλιον ὑποδεικνύει· οὐκέτι ἡ νὺξ τῆς ἀγνωσίας, ἀλλὰ τὸ φῶς τῆς θεογνωσίας, καθὼς ὁ θεσπέσιος Παῦλος φησίν· Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Ποία ἡμέρα; Ἡ χριστοφανὴς ἡμέρα, ἡ τὸν ὄρθρον τῆς ἀναστάσεως ὑποδείξασα, ἡ τὸν ἥλιον τῆς δικαιοσύνης ἐκ τῶν ταφῶν ἀνίσχουσα, ἡ τὸ δωδεκάωρον τῶν ἀποστόλων ἀποκυήσασα φέγγος, περὶ ἧς ὁ ∆αβὶδ ἔλεγεν· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Χαίρω τῇ συνδρομῇ τοῦ πλήθους τοῦ φιλοχρίστου, χαίρω τῇ πάντων περὶ τὰς πνευματικὰς ἑορτὰς ἑστιάσει, χαίρω πάντας ὑμᾶς ὁρῶν πνευματικὰς λύρας τοῦ ∆αβὶδ ἀνακρουομένους καὶ μετὰ πάσης προθυμίας εὐφώνως τὸ ψαλμικὸν ἀναμέλποντας λόγιον. Καὶ καθάπερ ἐπὶ λύρας εὐήχου οἱ ὀξεῖς φθόγγοι τοῖς βαρέσι συναπτόμενοι καὶ πάλιν οἱ μέσοι τοῖς ἄλλοις μίαν εὔρυθμον ἀποτελοῦσι φθογγὴν τῷ πλήκτρῳ κρουόμενοι, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐφ' ὑμῶν ὁρῶ· οἱ γὰρ ἀνδρῶν καὶ γυναικῶν, παίδων καὶ γερόντων ἀναμίγμενοι φθόγγοι μίαν σύμφωνον καὶ εὔηχον φωνὴν ἀποδιδόασι καὶ τὸ τοῦ μακαρίου ∆αβὶδ μεγαλοφώνως βοᾶται, ὅπερ ἐπὶ τοῦ παρόντος καιροῦ τέλος ἐδέξατο.

Εἰπάτωσαν, φησίν, οἱ λελυτρωμένοι ὑπὸ κυρίου οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης. Ἀψευδῆ καθέστηκε τὰ ῥήματα τοῦ προφήτου, ἀπὸ παντὸς γὰρ ἔθνους καὶ φυλῆς καὶ χώρας τούτους τοὺς λογικοὺς ἰχθύας διὰ τῶν ἁλιέων ἀποστόλων ἡ σαγήνη τῆς κολυμβήθρας ἐθήρασεν. Τοιαύτη γὰρ ἡ τέχνη τῶν ἁλιέων Χριστοῦ· οὐ λίνα ἱστῶσιν, ἀλλὰ πίστει ζωγροῦσιν. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ, τοῦ τὰ ζιζάνια σπείραντος, τοῦ τὴν κατάραν