1

 2

 3

3

γεννήσαντος, τοῦ τὴν παράβασιν τεκόντος, τοῦ τῶν Ἰουδαίων γεννήτορος καθώς φησιν ὁ προφήτης· Ματαία ἔσται ἡ ἰσχὺς τοῦ πατρὸς ὑμῶν. Ἀληθὴς ὁ λόγος· ἐκεῖνος ξύλον κατάρας τὸν σταυρὸν ἐτεκτόνευσεν, ὁ δὲ Χριστὸς εἰς εὐλογίαν τοῦτο μετέστησεν· ἐκεῖνος ἐλατόμησε τάφον, Χριστὸς δὲ θυσιαστήριον αὐτὸν κατειργάσατο· ἐκεῖνος τῶν μαθητῶν τὸν Ἰούδαν ἀπέσπασεν, Χριστὸς δὲ πάντας τοὺς νεοφωτίστους ἐστήριξεν. Ἡ γὰρ τῶν νεοφωτίστων λαμπρότης γέγονεν σκοτία τῶν Ἰουδαίων καὶ ἡ τούτων εὐωχία ἐκείνων ταλαιπωρία καὶ ἡ τούτων σωτηρία ἐκείνων καὶ τοῦ διαβόλου πνιγμός. Οὗτοι γὰρ ἐν ἐκκλησίᾳ κἀκεῖνοι ἐν ἐρημίᾳ, οὗτοι μετὰ ἀγγέλων ἐκεῖνος μετὰ χοίρων.

Ὅθεν ἐκεῖνος ἐξέπεσεν ἀνεσφαιρίσθησαν οὗτοι· οἱ αἰχμάλωτοι ἐν ἐλευθερία καὶ ὁ τύραννος ἐν δουλείᾳ. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου· τί εἰπάτωσαν; Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Τί εἰπάτωσαν; Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου. Τί εἰπάτωσαν; Ἡ παγὶς συνετρίβη καὶ ἡμεῖς ἐρρύσθημεν. Τί εἰπάτωσαν; Τὰ ἐλέη σου, κύριε, εἰς τὸν αἰῶνα ᾄσομεν. Εἰπάτωσαν, μὴ σιωπάτωσαν μηδὲ λήθῃ τὴν εὐεργεσίαν παραπεμψάτωσαν. Τί εἰπάτωσαν; Εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν, κατὰ τὸν ἀπόστολον. Μὴ ἄλλα ἐν τῇ κολυμβήθρᾳ λεγέτωσαν καὶ ἄλλα φρονήτωσαν, ἀλλ' ὡς ἐδιδάχθης, ὦ νεοφώτιστε, θρήσκευε, ὡς ἐβαπτίσθης δόξαζε, ὡς ἀνεγεννήθης πίστευε, ὃ ἐπιστεύθης φύλαττε, ὃ ἐκτήσω μὴ πίπρασκε, ὡς ἀετὸς ἀνεγεννήθης, τὰ ἄνω ζήτει, ἐκ Σοδόμων ἐξῆλθες, εἰς τὰ ὀπίσω μὴ ὑποστρέψῃς, εἰς τὸ ὄρος σῴζου μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, <ἵνα> μὴ γένῃ στήλη ἁλὸς ὡς ἡ γυνὴ τοῦ Λώτ, τέκνον ἐκλήθης τὸν Ἀβεσσαλὼμ μὴ μιμήσῃ, μαθητὴς ἐγένου τῷ Ἰούδα μὴ συντύχῃς, εἰς τὴν κιβωτὸν εἰσῆλθες μὴ πλησιάσῃς τῷ κόρακι, τῆς Αἰγύπτου ἠλευθερώθης μὴ θεοποιήσῃς βουκέφαλον, ἐκ τῶν ἐθνῶν ἀπεσπάσθης μὴ προσκυνήσῃς τὸν ἥλιον, εἰδωλολατρείας ἐρρύσθης μὴ περιεργάσῃ τῆς σελήνης τὰ σχήματα, δαιμόνων ἐλυτρώθης μὴ ὑπολάβῃς ἀστέρας εἶναι ἁγίους, τῆς τῶν ἀνθρώπων πολυθεΐας ἀπηλλάγης μὴ θεοποίει τὰ πάθη, ἐλευθερίας ἠξίωσαι μὴ γίνου δοῦλος ἡδονῶν, ᾧ γάρ τις ἥττηται τούτῳ καὶ δεδούλωται. Ἐξεδύσω τὸν παλαιὸν ἄνθρωπον καὶ ἐνεδύσω τὸν νέον, ὅς ἐστι Χριστός. Ἀσφαλῶς τήρει σου τὴν ψυχὴν καὶ τὸ σῶμα ἀπὸ μολυσμῶν.

Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου· τί εἰπάτωσαν; Ἐξεδυσάμην τὸν χιτῶνα μου, πῶς ἐνδύσωμαι αὐτόν; Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ, ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης περιέθηκέ μοι. Ποῖον ἱμάτιον; Τὸ τῆς πίστεως ἔνδυμα. Καὶ χιτῶνα εὐφροσύνης. Ποῖον; Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε Χριστὸν ἐνεδύσασθε, δηλαδὴ τὴν τῆς ἀδιαιρέτου τριάδος ὁμολογίαν. Αὐτῷ ἡ δόξα τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.