1

 2

 3

2

Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ἐκεῖ ἡ σκιὰ ὧδε ἡ ἀλήθεια, ἐκεῖ τὰ ἄζυμα ὧδε ὁ ἄρτος, ἐκεῖ ἡ περιτομὴ ὧδε ἡ σφραγίς, ἐκεῖ ἡ κιβωτὸς ὧδε ἡ παρθένος, ἐκεῖ αἱ πλάκες ὧδε τὰ εὐαγγέλια, ἐκεῖ ἡ στάμνος ὧδε τὸ θυσιαστήριον, ἐκεῖ ἡ ῥάβδος Ἀαρὼν ἀνθήσασα κάρυα ὧδε ἡ σταυρικὴ βακτηρία λῃστὴν εἰς παράδεισον καρποφορήσασα, ἐκεῖ ἡ ἔρημος ὧδε ὁ παράδεισος, ἐκεῖ ἡ γῆ τῆς ἐπαγγελίας ὧδε ἡ κληρονομία τῆς τῶν οὐρανῶν βασιλείας. ∆ιὸ καὶ οὐρανοῦ τάξιν τὰ παρόντα μιμεῖται τῇ τῶν νεοφωτίστων ἀστρολαμψίᾳ· καὶ ἄνω ἀστέρες καὶ κάτω ἀστέρες. Οὐρανὸς ἡμῖν σήμερον ἡ γῆ, οὐ τῆς τοποθεσίας ἀμειφθείσης ἀλλὰ τῆς προτέρας εὐλογίας διαδοθείσης. Οὐκέτι τὸ τῆς ἔχθρας μεσότοιχον κρατεῖ, ἀλλὰ τὸ τῆς φιλίας ἐνέχυρον δεξιοδεκτεῖ· οὐκέτι ἀκούομεν· Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, ἀλλ' Ἡμῶν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει.

Ὄντως οὖν εὔκαιρον εἰπεῖν ἀρτίως ὑποψάλλοντας· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ἀγαλλιασώμεθα ὅτι τὰ ἀγάλματα τῶν εἰδώλων συνετρίβη καὶ τὰ ἅγια τῶν ἁγίων ἐδόθη· εὐφρανθῶμεν ὅτι ἡ λύπη τῆς Εὔας ἐσβέσθη καὶ ἡ χαρὰ τῆς παρθένου ἀνήφθη. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος. Τί αὐτὴν ἐποίησεν; Βασίλισσαν τῶν ἄλλων ἡμερῶν. ∆ιὸ καὶ ὁ ∆αβὶδ περὶ αὐτῆς πρὸς τὸν βασιλέα Χριστὸν κέκραγε λέγων· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη. Καὶ τί διάχρυσον ἱμάτιον; Τὸ τῆς πίστεως ἔνδυμα, χρυσὸς γὰρ ἡ πίστις διὰ τὸ ἀπαραχάρακτον τοῦ βαπτίσματος. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου περι-βεβλημένη πεποικιλμένη. Τί περιβεβλημένη; Τὸ τῆς εὐσεβείας ἀπαλαίωτον θέριστρον. Τί πεποικιλμένη; Τὴν τῶν δογμάτων ποικιλόγλωττον εὐπρέπειαν. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· οὐκ οἴνῳ μεθύσκοντι ἀλλὰ λόγῳ πρὸς κατάνυξιν ἄγοντι. Λογικοὶ τυγχάνοντες λόγον εὐφροσύνης προσδεξώμεθα. Καὶ τίς ὁ εὐφραντικὸς λόγος;

Αὐτὸς ὁ θεὸς λόγος, ὁ ἡμᾶς μὲν εὐφραίνων αἱρετικοὺς δὲ μαστίζων. Ἤκουσας ἀρτίως Ἰωάννου βοῶντος· Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος. Τί ἐροῦσιν αἱρετικῶν παῖδες, οἱ ἄλογοι τὴν θρησκείαν; Ἐν ἀρχῇ ἦν ὁ λόγος· μή που κτίσμα, μή που ποίημα, μή που ὑπεξούσιον, μή που ἄτονον, μή που τὸ οὐκ ἦν. Ἰωάννης τὸ ἦν καὶ Ἄρειος τὸ οὐκ ἦν. Τίνι πεισθῶ; Ἰωάννῃ τῷ ἀνακλιθέντι ἐπὶ τὸ στῆθος τοῦ κυρίου ἢ Ἀρείῳ τῷ ἀθρῶον εἰς κοπρώδεις ἀποψύξαντι τόπους διὰ τὴν εἰς τὸν υἱὸν τοῦ θεοῦ βλασφημίαν. Ἐν ἀρχῇ ἦν ὁ λόγος· οὐκ εἶπεν ἐγένετο, ἵνα μὴ γένεσιν θεότητος εἰσαγάγῃ· ἀγενεσιούργητος γὰρ τῆς θεότητος ἡ ὕπαρξις οὐδὲ ἀρχὴν ἡμερῶν ἔχουσα οὐδὲ ζωῆς τέλος, μένει δὲ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχουσα· μεταβολὴν γὰρ ἡ θεία φύσις οὐκ ἐπιδέχεται. Τί οὖν ὁ ∆αβίδ; Ποθῶ μεθ' ὑμῶν πάλιν εἰπεῖν· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ὄντως εὐφροσύνης ἀνάμεστος ἡ παροῦσα ἡμέρα. ∆ιὰ τί εὐφροσύνης ἀνάμεστος; Ὅτι ἐν ταύτῃ τῇ ἡμέρᾳ τὸν ᾅδην ἔφραξε καὶ τὸν οὐρανὸν ἀνέῳξεν, τὸν ᾅδην ἐσκύλευσε καὶ ζωὴν ἀνέθαλεν, τὸν διάβολον ἔδησε καὶ τὸν Ἀδὰμ ἀπέλυσεν, τὴν φλογίνην ῥομφαίαν μετέστησε καὶ τοῦ πιστεύσαντος λῃστοῦ τὴν ψυχὴν τῷ ζωοποιῷ ξύλῳ εἰς τὸν παράδεισον εἰσήγαγεν, τοὺς κριοὺς καὶ τοὺς θεοὺς ἐφυγάδευσε καὶ τὸν λογικὸν ἀμνὸν μελίζεσθαι παρεσκεύασεν. Καὶ τίς τούτου μάρτυς; Ὁ Παῦλος βοῶν· Τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ὥστε ἑορτάζομεν μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Τὸ χριστόγευστον πάθος ἑορτάζειν προσετάχθημεν, οὐχὶ δὲ ἐν ἀζύμοις ἰουδαϊκῆς πονηρίας.

Ἐπειδὴ ἄλλα μὲν Ἰουδαῖοι μετέρχονται, ἄλλα δὲ ἡμεῖς· ἐκεῖνοι τὴν πονηρίαν ἡμεῖς τὴν εὐλογίαν. Ἄλλα ἐκεῖνοι περὶ τὸν δεσπότην Χριστόν· ἐκεῖνοι ἔσφαξαν ἡμεῖς ὀψωνήσαμεν, ἐκεῖνοι τὴν πλευρὰν διώρυξαν ἡμεῖς τὸ μυστικὸν γάλα