1

 2

2

θανάτου τὸ ξίφος, ἀνθρωποκτόνον ἀντιτυπίαν ὑπόστρωσον, ἑτοίμασον συντριβὴν κατιούσηι· καθ' ὅλων γάρ σου κυβιστήσει τῶν ἄντρων, ὡς κολυμβήθρας ἁπαλωτέρων. καὶ τὸ δὴ μεῖζον, οὐδὲ τὸ γεγραμμένον ἀπαιτεῖ τὸν Θεόν, τοῖς ἀγγέ λοις ἐντείλασθαι περὶ αὐτῆς, μήποτε προσκόψηι πρὸς λίθον τὸ σῶμα αὐτῆς· ἀλλ' ἐντείλασθαι τῆι ψυχῆι μετὰ τὸ πτῶμα τῆς σαρκὸς ἐκδημῆσαι. ὢ κτισθεῖσα μὲν εἰς τὸ τοῦ θήλεος γένος, ἄρρεν δὲ δειχθεῖσα φρονήματι. ὢ παρθένων ἀγέλαις καὶ μαρτύρων χοροῖς περιμάχητε. ὢ μηδὲ μέχρις ὄψεως ἀπόλαυσιν ἀκολάστωι δικαστῆι πα ρασχοῦσα. τὸ τῆς κόρης τοίνυν καὶ αὐτοὶ μεταδιώξωμεν σῶφρον, τὰ κατὰ τῶν ἡδονῶν ἀνελώμεθα τρόπαια, ἀκολασίαν ἐπιοῦσαν ῥηγνύωμεν, πρὸ τῆς ψυχῆς τὴν εὐσέβειαν σφίγγωμεν, δικαστὴν ἐκ πειρασμῶν μεταλλεύω \μεν, εὐκαίρους ἐπιδειξώμεθα τόλμας, νεκρώσωμεν τὰ μέλη ἡμῶν τὰ ἐπὶ τῆς γῆς, ἵνα καὶ ὁ Κύριος μεταχωνεύσηι τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τοῦ σώματος αὐτοῦ, ὧι ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν.