1

 2

 3

 4

 5

 6

2

ἴσα ψάμμῳ· ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας, οἰνοχόους καὶ οἰνοχοούσας. Τί οὖν ὁ αὐτὸς οὗτος μετὰ τοσαύτην περιουσίαν τῶν χρημάτων, τῶν κτη μάτων, τῆς τρυφῆς, τῆς ἀνέσεως; Ἐμακάρισα, φησὶ, τοὺς ἀποθανόντας ὑπὲρ τοὺς ζῶντας, καὶ ἀγαθὸς ὑπὲρ τούτους ὅστις οὔπω ἐγένετο. Ὄντως ἀξιόπιστος οὗτος κατήγορος τρυφῆς, ὁ τοιαῦτα περὶ αὐτῆς ψηφιζόμενος. Εἰ μὲν γάρ τις τῶν ἐν πενίᾳ καὶ πτωχείᾳ βεβιωκότων ταύτην ἐξέφερε τὴν ψῆφον κατὰ τῆς τρυφῆς, ἔδοξεν ἂν οὐκ ἀληθείᾳ, ἀλλ' ἀπειρίᾳ ταῦτα κατηγορεῖν· ὅταν δὲ ὁ πᾶσαν αὐτὴν ἐπελθὼν καὶ διερευνησάμενος αὐτῆς ἑκάστην ὁδὸν, οὗτος αὐ τὴν ἀτιμάζῃ, ἀνύποπτος ἡ κατηγορία λοιπόν. Τάχα νομίζετε τῆς παρούσης ὑποθέσεως ἡμῖν ἐκπεπτωκέναι τὸν λόγον· ἀλλ' εἴπερ προσέχωμεν, εὑρήσομεν, ὅτι ταύτης μάλιστα ἔχεται τὰ εἰρημένα. Ἐν γὰρ μαρ τύρων μνείαις ἀναγκαῖον καὶ ἀκόλουθον, καὶ τοὺς περὶ φιλοσοφίας κινεῖν λόγους. Καὶ ταῦτα λέγομεν 50.600 οὐ τῆς παρούσης κατηγοροῦντες ζωῆς, μὴ γένοιτο, ἀλλὰ τὴν τρυφὴν διαβάλλοντες· οὐ γὰρ τὸ ζῇν κακὸν, ἀλλὰ τὸ εἰκῆ καὶ ἁπλῶς ζῇν.

βʹ. Ὡς ἐάν τις ἐπὶ κατορθώμασι καὶ τῇ τῶν μελλόν των ἀγαθῶν ἐλπίδι τὸν

παρόντα ζήσῃ βίον, δυνήσε ται κατὰ Παῦλον λέγειν, ὅτι Τὸ ζῇν ἐν σαρκὶ πολλῷ κρεῖσσον· τοῦτο γὰρ καρπὸς ἔργου· καθά περ οὖν καὶ ἐπὶ τοῦ μακαρίου γέγονεν Εὐσταθίου, ὃς καὶ τῇ ζωῇ καὶ τῇ τελευτῇ πρὸς τὸ δέον ἐχρήσατο. Οὐ γὰρ ἐπὶ τῆς οἰκείας γῆς, ἀλλ' ἐπὶ τῆς ἀλλοτρίας ταύτην ὑπέμεινε διὰ τὸν Χριστόν· τοῦτο τῶν ἐχθρῶν τὸ κατόρθωμα. Ἐκεῖνοι μὲν γὰρ τῆς πατρίδος αὐτὸν ἐξήλασαν ὡς ἀτιμάζοντες· ὁ δὲ λαμπρότερος ἐγίνετο μᾶλλον καὶ περιφανέστερος τῇ πρὸς τὴν ὑπερορίαν μεταστάσει, ὡς καὶ τῶν πραγμάτων τὸ τέλος ἀπέδειξε. Τοσαύτη γὰρ ἡ περιφάνεια γέγονεν, ὡς τοῦ σώματος αὐτοῦ ταφέντος ἐν Θρᾴκῃ, τὴν μνήμην αὐτοῦ καθ' ἑκάστην ἡμέραν παρ' ἡμῖν ἀν θεῖν, καὶ τὸν μὲν τάφον εἶναι ἐν ἐκείνῳ τῷ βαρβα ρικῷ χωρίῳ, τὸν δὲ πόθον παρ' ἡμῖν, τοῖς ἐκ τοσού του ἀπειργομένοις διαστήματος, μετὰ χρόνον τοσοῦ τον καθ' ἑκάστην αὔξεσθαι τὴν ἡμέραν· μᾶλλον δὲ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, καὶ ὁ τάφος αὐτοῦ παρ' ἡμῖν, οὐκ ἐν Θρᾴκῃ μόνον. Μνήματα γὰρ ἁγίων οὐ σοροὶ, καὶ λάρνακες, καὶ στῆλαι, καὶ γράμματα, ἀλλ' ἔρ γων κατορθώματα, καὶ πίστεως ζῆλος, καὶ συνειδὸς πρὸς Θεὸν ὑγιές. Καὶ γὰρ πάσης στήλης λαμπροτέρα ἀνέστηκεν αὕτη ἡ Ἐκκλησία τῷ μάρτυρι, γράμματα ἔχουσα οὐκ ἄφωνα, ἀλλὰ διὰ τῶν πραγμάτων αὐτῶν λαμπρότερον σάλπιγγος βοῶντα τὴν ἐκείνου μνήμην καὶ τὴν λαμπρότητα, καὶ ἕκαστος ὑμῶν τῶν παρ όντων τοῦ ἁγίου τάφος ἐστὶν ἐκείνου, τάφος ἔμψυχος καὶ πνευματικός.

Ἂν γὰρ ἀναπτύξω τὸ συνειδὸς ἑκάστου τῶν παρόντων ὑμῶν, εὑρίσκω τὸν ἅγιον τοῦτον ἔνδον τῆς διανοίας ὑμῶν ἐνδιαιτώμενον. Ὁρᾶτε πῶς οὐδὲν πλέον ἐγένετο τοῖς ἐχθροῖς; πῶς οὐκ ἔσβεσαν τὴν δόξαν, ἀλλ' ἐπῆραν ταύτην μᾶλλον καὶ λαμπροτέραν εἰργάσαντο, τοσούτους ποιήσαντες τά φους ἀνθ' ἑνὸς, τάφους ἐμψύχους, τάφους φωνὴν ἀφιέντας, τάφους πρὸς τὸν αὐτὸν ζῆλον παρασκευα ζομένους; ∆ιὰ τοῦτο τὰ τῶν ἁγίων σώματα καὶ πηγὰς, καὶ ῥίζας, καὶ μύρα καλῶ πνευματικά. Τίνος οὖν ἕνεκεν; Ὅτι ἕκαστον τούτων τῶν εἰρημένων τὴν οἰκείαν ἀρετὴν οὐ παρ' ἑαυτῷ κατέχει μό νον, ἀλλὰ καὶ μέχρι πολλοῦ διαπέμπεται μήκους. Οἷόν τι λέγω· αἱ πηγαὶ ἀναβλύζουσι μὲν πολλὰ νά ματα, οὐ μὴν εἴσω τῶν οἰκείων κόλπων ταῦτα κατ έχουσιν, ἀλλὰ μακροὺς τίκτουσαι ποταμοὺς συγγί νονται τῷ πελάγει, καὶ καθάπερ χειρός τινος ἐκτά σει, τῷ μήκει τούτων ἐπιλαμβάνονται τῶν θαλατ τίων ὑδάτων. Πάλιν ἡ ῥίζα τῶν φυτῶν κέκρυπται ἐν τοῖς κόλποις τῆς γῆς, ἀλλ' οὐ κάτω κατέχει τὴν ἀρετὴν αὐτῆς ἅπασαν, καὶ μάλιστα τῶν ἀμπέλων τῶν ἀναδενδράδων αὕτη ἡ φύσις. Ὅταν γὰρ ἐφ' ὑψηλῶν τῶν καλάμων τοὺς αὐτῶν ἐκτείνωσι κλά δους, τὰ κλήματα διὰ τῶν δονάκων ἐκείνων ἕρποντα μέχρι πολλοῦ