1

 2

 3

 4

 5

 6

 7

 8

8

πίστεως ἐνταῦθα παραγινέσθω, καὶ πάντα ἐκεῖνα ἀποθήσεται, καὶ μετὰ πολλῆς ἐπαν ήξει τῆς ἡδονῆς, κουφότερον τὸ συνειδὸς ἐργασάμενος ἀπὸ τῆς θεωρίας μόνης· μᾶλλον δὲ οὐ τοὺς ἐν δεινοῖς ὄντας μόνον ἀναγκαῖον ἐνταῦθα παραγίνεσθαι, ἀλλὰ κἂν ἐν εὐθυμίᾳ τις ᾖ, κἂν ἐν δόξῃ, κἂν ἐν δυναστείᾳ, κἂν ἐν παῤῥησίᾳ πολλῇ τῇ πρὸς τὸν Θεὸν, μηδὲ οὗτος καταφρονείτω τῆς ὠφελείας. Ἐλθὼν γὰρ ἐνταῦθα καὶ τὸν ἅγιον ἰδὼν τοῦτον, ἀκίνητα ἕξει τὰ καλὰ, τῇ μνήμῃ τῶν τούτου κατορθωμάτων μετριάζειν τὴν αὐτοῦ ψυχὴν ἀναπείσας, καὶ οὐκ ἀφιεὶς τὸ συνειδὸς ὑπὸ τῶν κατορθωμάτων πρὸς ὄγκον ἐπαρθῆναί τινα.

Οὐ μικρὸν δὲ τοῖς ἐν εὐπραγίαις τὸ μὴ φυσᾶσθαι ἐπὶ ταῖς εὐημερίαις, ἀλλ' εἰδέναι μετρίως φέρειν τὰς εὐπραγίας. Ὥστε ἅπασι χρήσιμος ὁ θησαυρὸς, ἐπιτήδειον τὸ καταγώγιον, τοῖς μὲν ἐπταικόσιν, ἵνα ἀπαλλαγῶσι τῶν πειρασμῶν, τοῖς δὲ εὐημεροῦσιν, ἵνα βέβαια αὐτοῖς μείνῃ τὰ καλά· τοῖς μὲν ἐν ἀῤῥωστίᾳ, ἵνα πρὸς ὑγίειαν ἐπανέλθωσι, τοῖς δὲ ὑγιαίνουσιν, ἵνα μὴ πρὸς ἀῤῥωστίαν καταπέσωσιν. Ἅπερ ἅπαντα λογιζόμενοι, πάσης τέρψεως, πάσης ἡδονῆς τὴν ἐνταῦθα προτιμῶμεν διατριβὴν, ἵν' ὁμοῦ καὶ εὐφραινόμενοι καὶ κερδαίνοντες, καὶ ἐκεῖ σύσκηνοι τοῖς ἁγίοις τούτοις καὶ ὁμοδίαιτοι γενέσθαι δυνηθῶμεν εὐχαῖς αὐτῶν τῶν ἁγίων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.