1

 2

 3

 4

 5

 6

 7

 8

6

πεπυρωμένων ἴασις, 50.673 καὶ ἁμαρτημάτων συγχώρησις, κακίας ἀναίρεσις, νοσημάτων ψυχῆς θεραπεία, εὐχὴ ἐκτενὴς, παῤῥησία πρὸς Θεὸν, πάντα πνευματικὰ, καὶ οὐρανίων γέμοντα ἀγαθῶν.

Οὗτοι οἱ καρποὶ ἀεὶ τρυγώμενοι ἀεὶ βρύουσι, καὶ οὐδέποτε ἀπολιμπάνουσι τοὺς οἰκείους αὐ τῶν γεωργούς. Καὶ τὰ μὲν ἐπὶ γῆς φυόμενα δένδρα ἅπαξ τοῦ ἐνιαυτοῦ δίδωσι τὴν φορὰν, κἂν μὴ τρυγή σῃς, ἐπιστάσης τῆς ὥρας τοῦ χειμῶνος ἀπόλλυσι τὴν οἰκείαν εὐπρέπειαν, φθειρομένου τοῦ καρποῦ καὶ κα ταῤῥέοντος· ταῦτα δὲ οὐ χειμῶνα οἶδεν, οὐ θέρος, οὐκ ἀνάγκῃ καιρῶν ὑπόκειται, οὐδὲ ἔστι γυμνὰ τῶν καρπῶν αὐτὰ τῶν οἰκείων ἰδεῖν, ἀλλὰ διὰ παντὸς ἐπὶ τῆς αὐτῆς ἕστηκεν εὐπρεπείας· οὐχ ἅπτεται αὐτῶν φθορὰ, οὐδὲ μεταβολὴ καιρῶν. Πόσοι γοῦν, ἐξ οὗ τὸ σῶμα ἐφυτεύθη τοῦτο ἐν τῇ γῇ, μυρίας ἐτρύγησαν ἰάσεις ἀπὸ τῆς ἁγίας ταύτης θήκης, καὶ οὐκ ἐπέλιπεν ὁ καρπός· ἐθέρισαν τὰ λήϊα, καὶ οὐκ ἐδαπανήθησαν οἱ στάχυες· ἤντλησαν τὰς πηγὰς, καὶ οὐκ ἐκενώθη τὰ νάματα, ἀλλὰ συνεχής τίς ἐστιν ἡ ἐπιῤῥοὴ, οὐδέ ποτε ἐπιλιμπάνουσα, ἀλλὰ τοῦ κενουμένου πλέον ἀεὶ παρέχουσα τὸ ἀναβλύζον θαῦμα. Οὐ θαύματα δὲ μό νον ἐργάζεται, ἀλλὰ καὶ φιλοσοφεῖν πείθει. Ἄν τε γὰρ πλούσιος ᾖς, καὶ μεγαλοφρονῇς, καὶ φλεγμαίνου σαν ἔχῃς τὴν ψυχὴν, ἐλθὼν ἐνταῦθα, καὶ ἰδὼν τὸν μάρτυρα, καὶ τὸ μέσον λογισάμενος τοῦ σοῦ πλούτου, καὶ τῆς τούτου περιουσίας, καταστελεῖς εὐθέως τὸ φύση μα, καὶ τὴν φλεγμονὴν ἀποθέμενος ἀπελεύσῃ πολλὴν ἔχων ὑγίειαν ἐν τῇ ψυχῇ· ἄν τε πένης καὶ εὐκατα φρόνητος εἶναι νομίσῃς, ἐλθὼν καὶ ἰδὼν τὸν πλοῦτον τοῦ μάρτυρος, καὶ καταγελάσας τῶν χρημάτων τῶν ἔξωθεν, οὕτως ἀναχωρήσεις πολλῆς σαυτὸν ἐμπλήσας φιλοσοφίας, κἂν ἐπήρειαι, κἂν ζημίαι, κἂν μάστιγες ἐπενεχθῶσιν· ἰδὼν, ὅτι οὐδέπω τοσαῦτα ἔπαθες, ὅσα ὁ μάρτυς οὗτος ὁ ἅγιος, ἱκανὴν πάλιν λήψῃ παραμυ θίαν ἐντεῦθεν. Εἶδες οἷοι οἱ καρποὶ τῶν ῥιζῶν τού των; πῶς ἀνάλωτοι; πῶς πνευματικοί; πῶς αὐτῆς ἅπτονται τῆς ψυχῆς; Οὐ κωλύω ἀπελθεῖν εἰς τὸ προ άστειον, ἀλλ' αὔριον κωλύω· τίνος ἕνεκεν; Ἵνα ἡ τέρψις μὴ ἔχῃ κατάγνωσιν, ἵνα καθαρὰ ᾖ ἡ ἡδονὴ, μὴ ὑπεισέλθῃ δὲ ἡ κατάγνωσις· καὶ γὰρ ἔξεστιν ἐν ἄλλῃ ἡμέρᾳ καὶ τῇ τέρψει χαρίσασθαι, καὶ τῆς ἁμαρ τίας ἀπαλλαγῆναι. Εἰ δὲ βούλει καὶ νῦν τέρψεως ἀπο λαῦσαι, τί τερπνότερον τοῦ συλλόγου τούτου; τί χα ριέστερον τοῦ θεάτρου τοῦ πνευματικοῦ; τῶν μελῶν τῶν σῶν; τῆς τῶν ἀδελφῶν συνουσίας; Ἀλλὰ καὶ σωματικῆς θέλεις τραπέζης μετασχεῖν; ἐνταῦθα ἔξεστι μετὰ τὸ λυθῆναι τὸν σύλλογον, τοῦ μαρτυρίου πλη σίον ὑπὸ συκῆν καὶ ἄμπελον καταλύσαντι, καὶ τῷ σώματι χαρίσασθαι τὴν ἄνεσιν, καὶ τὸ συνειδὸς ἀπαλ λάξαι καταγνώσεως.

Ὁ γὰρ μάρτυς ἐγγύθεν ὁρώμε νος καὶ πλησίον ὢν καὶ παρεστηκὼς αὐτῇ τῇ τρα πέζῃ, οὐκ ἀφίησι τὴν ἡδονὴν εἰς ἁμαρτίαν ἐκχυθῆ ναι, ἀλλ' ὥσπερ τις παιδαγωγὸς, ἢ πατὴρ ἄριστος τοῖς τῆς πίστεως ὁρώμενος ὀφθαλμοῖς καταστέλλει τὸν γέλωτα, περικόπτει τὰς ἡδονὰς τὰς ἀτόπους, τὰ σκιρ τήματα τῆς σαρκὸς ἅπαντα ἀναιρεῖ, ἅπερ ἐκεῖ οὐκ ἔστι διαφυγεῖν. Τίνος ἕνεκεν; Ὅτι χοροὶ ἀνδρῶν αὔ ριον τὸ προάστειον καταλαμβάνουσιν· ἡ δὲ τῶν τοι ούτων ὄψις καὶ τὸν βουλόμενον σωφρονεῖν ἄκοντα ὑπεξάγει πολλάκις πρὸς τὴν τῆς αὐτῆς ἀσχημοσύνης μίμησιν, καὶ μάλιστα ὅταν καὶ ὁ διάβολος μέσος ἐκείνοις παρῇ· καὶ γὰρ πάρεστιν ὑπὸ τῶν πορνικῶν ᾀσμάτων, ὑπὸ τῶν αἰσχρῶν ῥημάτων, ὑπὸ τῆς δαιμο 50.674 νικῆς πομπῆς καλούμενος. Σὺ δὲ ἀπετάξω πάσῃ ταύ τῃ τῇ πομπῇ, καὶ τῇ τοῦ Χριστοῦ λατρείᾳ συνετάξω κατὰ τὴν ἡμέραν ἐκείνην, καθ' ἣν τῶν ἱερῶν κατ ηξιώθης μυστηρίων. Ἀναμνήσθητι τοίνυν τῶν ῥημά των ἐκείνων καὶ τῆς συνθήκης, καὶ φύγε τὴν παρά βασιν.

εʹ. Βούλομαι δὲ καὶ πρὸς τοὺς παρόντας καὶ μὴ ἀνιόν τας διαλεχθῆναι, καὶ

τούτοις ἐγχειρίσαι τὴν ἐκείνων σωτηρίαν. Καὶ γὰρ ἰατρὸς πρὸς τὸν κάμνοντα εἰσελ