1

 2

 3

2

Ὥσπερ γὰρ ἐκεῖνος περικαλλὴς δείκνυται τῇ τῶν ἄστρων χορείᾳ διηνθισμένος, οὕτω δὴ καὶ ὁ θαυμάσιος οὗτος ἀθλητὴς τὸν χιτῶνα τὸν ∆εσποτικὸν ἔχων, τοῖς τραύμασιν, ὡς ποικίλοις ἠμφιεσμένος ἐνδύμασιν, ὡραΐζετο, καὶ ἐγεγήθει τὰ στίγματα τοῦ Κυρίου ἐν τῷ σώματι βαστάζων ὥσπερ χαρακτῆρας ∆εσποτικούς. Οὐ περιήγαγον οἱ λίθοι τὸν ἀθλητὴν, ἀλλ' ὥσπερ τι φυτὸν οὐρανομῆκες ἐπὶ γῆς ἐῤῥιζωμένον, οὕτω καὶ ἀκαμπὴς ἐφυλάττετο, δεχόμενος τὰς τῶν λίθων βολὰς, καὶ μὴ καταπίπτων. Τούτῳ γὰρ ἂν εἰκότως ἁρμόσειε τὸ προφητικὸν ἐκεῖνο λόγιον, ὅτι ∆ίκαιος ὡς φοῖνιξ ἀνθήσει. Ἐφοινίσσετο μὲν οὖν τὸ σῶμα, καὶ περιεῤῥεῖτο τοῖς τῶν αἱμάτων ῥεύμασιν, ἐπάλληλα δεχόμενος τῶν λίθων τὰ κύματα, πολλῷ δὲ πλέον τῇ 63.932 πίστει πετρούμενος. Ἑώρα γὰρ πρὸς τὸν οὐράνιον ἀγωνοθέτην, τὸν τοῖς οἰκείοις ἀθληταῖς τὴν χεῖρα προτείνοντα, καὶ πρὸς οὐρανὸν αὐτοὺς ἕλκοντα, ὅπου τῶν ἀγώνων ἀπόκειται τὰ ἔπαθλα, ὅπου τῶν στεφάνων ἀνάῤῥησις γίνεται, καὶ κατὰ τὸν Παῦλον ἴσως βοᾷ· Οὕτω τρέχω, ὡς οὐκ ἀδήλως, οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων· βάλλομαι, καὶ τιτρώσκω τοῖς ῥήμασι.

Μνημονεύσατε, φησὶ, τῶν πατέρων ὑμῶν τῶν τοὺς προφήτας καταλευσάντων· Τίνα γὰρ, φησὶν, οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; Κακῆς διαδοχῆς γεγόνατε κληρονόμοι, τὴν ἐκείνων μανίαν ζηλώσαντες· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς· τὴν πατρικὴν διεδέξασθε μιαιφονίαν. Ταῦτα τοῦ στεφάνου τῶν Ἐκκλησιῶν τὰ ῥήματα, τοιαῦτα τοῦ στεφανίτου κατὰ τῶν ἐναντίων τὰ τοξεύματα· καὶ καθάπερ ἄλσους τις ἀνεγείρων φλόγα, οὕτω δὴ καὶ ὁ πρωτομάρτυς πλέον καθ' ἑαυτοῦ τὴν ἐκείνων μανίαν ἐρέθιζεν. Ἑώρα γὰρ τὸν ποθούμενον, καὶ ἐπόθει τὸν θεωρούμενον, καί τινα πρὸς αὐτοὺς ἴσως ἀπεφθέγγετο τοιαῦτα· Τοῦ ἔξωθεν ἐνδύματος καταστοχάζεσθε, καὶ κατὰ τοῦ σώματος πέμπετε τοὺς λίθους· ἀλλὰ λέληθεν ὑμᾶς, ὡς ἔοικεν, ὅτι δή μοι πληροῦτε τὸν πόθον.

Καὶ γὰρ καὶ αὐτὸς καὶ πρὸ τοῦ Παύλου σπεύδω τὸν ἔξωθεν ἄνθρωπον ἀπεκδύσασθαι, ἵνα γυμνῇ τῇ ψυχῇ πρὸς οὐρανὸν ἀναπτῶ, καὶ τὸ αἰθέριον πέλαγος περαιωσάμενος, συμβασιλεύσω τῷ ∆εσπότῃ. Οὗτος μόνος ὁ πλοῦς οὐκ ἔχει ναυάγιον, αὕτη ἡ θαλαττοπορία ἀχειμάστους διασώζει τοὺς πλέοντας· ἀκινδύνως μου πλεῖ τὸ σκάφος· οὐράνιον γὰρ ἔχω τὸν κυβερνήτην, τὸν τοῖς νοητοῖς αὑτοῦ πηδαλίοις κατευθύνοντα. Φοινίξατέ μοι τὸ σῶμα τοῖς τραύμασι· καὶ γὰρ τὸν Ἰωσὴφ χιτῶνα ἐφοίνιξαν τῷ αἵματι οἱ πατέρες ὑμῶν, ὡς καὶ ὑμεῖς. Πρέπον γὰρ αὐτοῖς συνεχῶς λέγεσθαι τὸ παρὰ τοῦ μάρτυρος εἰρημένον. Ἐκείνους ἐμιμήσασθε τοὺς τὴν κακὴν κληρονομίαν ὑμῖν καταλελοιπότας· ἀλλὰ κἀκεῖνοι τὸν Ἰωσὴφ ἀποδόμενοι, διήμαρτον τῆς ἐλπίδος, καὶ οἱ τὸν σωματικὸν ναὸν λιθάζοντες, στεῤῥὸν ναὸν οἰκοδομεῖτε περικαλλέστερον· ὁρᾷν αὐτοῦ μοι τὰ προπύλαια ἔπεισιν· ἀπὸ γὰρ τῆς γῆς εἰς τὸν οὐρανὸν ἐστήρικται. Ταῦτα γὰρ πρέποντα τῷ Στεφάνῳ τὰ ῥήματα, τῷ προπηδήσαντι τῶν ἀποστολικῶν λογάδων ἐπὶ τοὺς ἀγῶνας, καὶ ὀξυτέρῳ τῷ δρόμῳ φθάσαντι πρὸς τὸ τοῦ μαρτυρίου τέλος, τῷ ἐπὶ γῆς ἀγωνισαμένῳ, καὶ ἐν οὐρανοῖς ἀναῤῥηθέντι· ὃς φθεγγομένους μὲν τοὺς πολεμίους ἐνίκα, λιθοβολούντων δὲ ὑπερηύχετο, καὶ ἐν τούτῳ τὸν ∆εσπότην μιμούμενος, καί φησι πρὸς τὸν ἀγωνοθέτην· Κύριε Ἰησοῦ Χριστὲ, δέξαι τὸ πνεῦμά μου. ∆ιήνυσταί μου, φησὶν, ὁ ἀγών· δέχου τοίνυν τὸν στεφανίτην ἐν οὐρανοῖς, ὑπόδεξαι ὁ ἀθλοθέτης τὸν ἀθλητήν· ἐπὶ τοὺς στεφάνους γὰρ τρέχω, καὶ τῶν ἐνταῦθα ἀγώνων σπεύδω κομίσασθαι τὰ ἔπαθλα.

Τοσαῦτα ἡμᾶς ὁ πρωτομάρτυς εἱστίασε καὶ τοῖς ῥήμασιν εὐδόκιμος πεφηνὼς καὶ τοῖς παλαίσμασιν, ἡ κορυφὴ τῶν μαρτύρων, ὁ στέφανος τῶν Ἐκκλησιῶν, ὁ τὸν ∆εσπότην ἐπειγόμενος φθάσαι τῷ δρόμῳ, καὶ τῷ ἐν οὐρανοῖς καλοῦντι ὑπακούσας δι' ἐκείνης τῆς θείας φωνῆς, Ὅπου εἰμὶ ἐγὼ, φησὶν, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμός. Τὰ ἄνω γὰρ, φησὶ, φρονεῖτε, οὗ ὁ Χριστὸς ἐν δεξιᾷ τοῦ Πατρὸς κάθηται. Ἐκεῖνον ἐπόθει