1

 2

 3

 4

 5

 6

 7

5

ἐπεξελθεῖν οὐκ ἠδυνήθη· ὁ Ναβουθὲ λίθοις ἀνῃρέθη, καὶ οὐδαμοῦ ὁ ἔκδικος τούτου· Ζαχαρίας ἐσφάγη, καὶ μένομεν ἕως τῆς δεῦρο ἀνέγκλητοι· καὶ τοῦ Ναζωραίου θανόντος ὑπέρμαχος ἵσταται οὗτος. Ὡς κριτὴν ἡμῖν τὸν νεκρὸν ἐπαπειλεῖται· ὡς δικαστὴν τὸν ἐν τύμβῳ καταγγέλλεται πλανώμενος.

Εἶτα τούτων οὕτω ψευδῆ κατηγορούντων, Ἀτενίσαντες εἰς αὐτὸν πάντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ, βλοσυρὸν ὄμμα κατ' αὐτοῦ ἐκπέμψαντες, ὀφρύας ὀργῇ μεμεστωμένας κατ' αὐτοῦ ἀκοντίσαντες, ἐξ αὐτῆς τῆς θέας βουλόμενοι ἐκπλῆξαι τὸν ἀγωνιστὴν, ἐν τῇ ἑαυτῶν κακίᾳ τὸ προφητικὸν πληροῦντες λόγιον· Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν· Ἀτενίσαντες εἰς αὐτὸν πάντες εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. Ἡ γὰρ περὶ τὸ μαρτύριον χαρὰ προεκπηδῶσα τῆς ὄψεως, ἀγγελικὰς τῷ νεανίᾳ περιήστραπτε χάριτας. Καὶ διὰ τί τὸ πρόσωπον ἀγγέλου; Ἵνα πληρωθῇ ὁ λόγος τοῦ Χριστοῦ, ὃν εἶπεν· Ἐν τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται· ἀλλ' εἰσὶν ὡς ἄγγελοι οἱ ἐν τοῖς οὐρανοῖς. Οὕτως ἔλαμψαν Μωϋσῆς καὶ Ἠλίας ἐν τῷ ὄρει, ὅτε συνελάλουν τῷ Ἰησοῦ, ὥστε ἰδόντας τοὺς μαθητὰς πεσεῖν ἐπὶ πρόσωπον· οὕτω μέλλουσιν ἐκλάμπειν πάντες οἱ δίκαιοι ἐν τῇ βασιλείᾳ τοῦ Πατρός. Εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. Εἶπε δὲ ὁ ἀρχιερεὺς, Εἰ ἄρα ταῦτα οὕτως ἔχει; Ὢ λόγοι ὑποκρίσεως ἀνάμεστοι! ὢ ῥήματα ἐστολισμένα ἐπινοίᾳ καὶ φθόνῳ! Εἰ ἄρα ταῦτα οὕτως ἔχει; Ἐτόλμησας, φησὶν, ὦ ἄνερ, τὸν νομοθέτην ἐνυβρίσαι Μωϋσέα; εἰ ἄρα τῷ Θεῷ ἀντεστράτευσας ἀντίθεον; εἰ κατὰ τοῦ παναγίου ἀνερυθριάστως ἐλάλησας τόπου; εἰ τὸν ἐκ Θεοῦ δοθέντα νόμον ἄκυρον εἶναι ἐφαντάσθης; εἰ τὸν Ναζωραῖον ἐναλλάττειν τὰ Μωϋσέως ἐνόμισας; Μεγάλων κακῶν ἑαυτοῦ πρόξενος ἐγένου. Εἶτα πρὸς ταῦτα ὁ πρωτόμαρτυς· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ἐχέτω, φησὶ, πᾶσα τέως ἡλικία τὴν προσήκουσαν ἑκάστῳ τιμήν. Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ἀκούσατε, οὐ λέγω, Πείσθητε· τὸ γὰρ ἄπιστον τῆς ὑμετέρας ἐπίσταμαι γνώμης· ἀλλ' Ἀκούσατε. Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ἐν τῇ Μεσοποταμίᾳ. Οὐκ ἐν τῇ Ἱερουσαλὴμ, οὐκ ἐν τῷ περιβοήτῳ ναῷ, ἀλλ' Ἐν τῇ Μεσοποταμίᾳ, ὅπου κατείδωλος ὑπῆρχεν ὁ χῶρος, ἔνθα ἀθέοις ἡ πατρὶς συνεπνίγετο· ἐν τῇ Μεσοπο 59.506 ταμίᾳ, ὅπου ξοάνοις ἀνεπέμπετο σέβας, ὅπου ξύλοις καὶ λίθοις τὸ πανάγιον ἐνετίθεσαν ὄνομα, ἐκεῖ αὐτῷ ὤφθη. Ἤδει γὰρ ὅτι ἐν ἀκάνθαις γίνεται ῥόδον, καὶ μέσον ζιζανίων εὐγενὴς ἀνατελεῖ σῖτος· ὥσπερ ὁ πολύαθλος Ἰὼβ ἐν τῇ ἀσώτῳ χώρᾳ τῇ Αὐσίτιδι ὡς ῥόδον ἐν ἀκάνθαις ὤφθη, καὶ ὡς κρίνον ἐν τριβόλοις, καὶ ὡς φωστὴρ ἐν τῷ σκότει τῆς ἀγνοίας ἔλαμπε ταῖς ἀρεταῖς, καὶ ὡς πύργος ἐν καταστροφῇ ἦν πάσαις ταῖς ἄνω δυνάμεσιν εὔδηλος, ἀπὸ γῆς εἰς οὐρανὸν τὰ κατορθώματα ἐπαύξων, ἀπὸ βάθους εἰς ὕψος τῆς δικαιοσύνης τοὺς καρποὺς ἐκπέμπων· ὅθεν ὀσφρανθεὶς αὐτῶν ὁ Θεὸς τὸν καρπὸν, ὡς καὶ τοῦ Νῶε μετὰ τὸν κατακλυσμὸν (Ὠσφράνθη γὰρ Κύριος ὀσμὴν εὐωδίας), ἐμαρτύρει τῷ ἰδίῳ θεράποντι· Ἰδοὺ ἄνθρωπος δίκαιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ, πρὸ τοῦ νόμου τὰ τοῦ νόμου πληρῶν· ἔχων γὰρ τὸν ἔμφυτον νόμον, οὐκ ἐδεήθη τοῦ γραπτοῦ· γνωστὰ γὰρ τῷ Θεῷ ἀπ' αἰῶνος πάντα τὰ ἔργα αὐτοῦ. Εἶτα λέγει πρὸς τὸν Ἀβραάμ· Ἔξελθε ἐκ τῆς γῆςσου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω. Ἔξελθε ἐκ τῆς γῆς σου. Τί, φησὶ, πολύθεος χώρα τὸν τῶν ἐθνῶν περιέχει πατέρα; τί κατείδωλος πατρὶς περιέχει τὸν προπάτορα τοῦ ἔθνους; Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου. ∆υσχερῆ, ὡς ἐν ἀνθρώποις, τὰ προσταττόμενα τῷ πατριάρχῃ. Κατάλιπε, φησὶ, πατρίδα, ἄφες ὅλον τὸ γένος, ἀπόταξαι τῇ γῇ ἐν ᾗ ἐγεννήθης, χωρίσθητι πατρὸς καὶ τεκούσης. Ἀλλ' οὐδὲν τούτων τὸν πατριάρχην παρεσάλευσεν· οὐκ ἐλογίσατο καθ' ἑαυτὸν, οἷά γε θνητὸς, Ἄδηλά μοι, φησὶν, ὁ ὀφθεὶς ὑπισχνεῖται· ἀβέβαια ἐπαγγέλλεται οὗτος. Καταλίπω τοίνυν τὰ ἐν χερσὶ, καὶ τὰ ἀόρατα μεταδιώξω; ἀφιῶ τὰ ἐν ποσὶ, καὶ τὰ ἄδηλα ποθήσω; Ἀλλ'