1

 2

 3

1

In sanctum Thomam apostolum

Εἰς τὸν ἅγιον Θωμᾶν τὸν ἀπόστολον, καὶ κατὰ Ἀρειανῶν, καὶ εἰς τὸν ἐν τῇ Θρᾴκῃ τυραννήσαντα καὶ ἀναιρεθέντα, καὶ αὐτὸν Ἀρειανόν.

59.497 Τῷ μὲν νόμῳ τῆς Ἐκκλησίας πειθόμενος ἡψάμην, ὡς οἷόν τε, τοῦ βήματος·

τῷ δὲ μεγέθει τῆς ὑποθέσεως ἐκνικώμενος ἰλιγγιῶ, καὶ πανταχόθεν συνέχομαι, πῶς ἀπαντήσω τῷ πράγματι, ποίαν εὕρω τῷ λόγῳ διέξοδον. Ὡς ζῶντα κηρύξω τὸν Θωμᾶν; Ἀλλ' ὁ τάφος ἀνακηρύττει τὸν θάνατον. Ὡς νεκρὸν διηγήσομαι; Ἀλλ' ὑπὸ τῶν πραγμάτων ἐλέγχομαι. Καὶ νεκρός ἐστι, καὶ ἀθάνατος· καὶ τέθνηκεν ὡς ἄνθρωπος, καὶ διατρέχει τὸν κόσμον ὡς ἄγγελος· καὶ πάθος ἐδέξατο, καὶ πάθεσι μά 59.498 χεται· καὶ κάτω κεῖται, καὶ ἄνω εὐφραίνεται. Οὐδὲν γὰρ αὐτὸν ἴσχυσεν ἀποκρύψαι, οὐδεὶς αὐτὸν ἠφάνισε τόπος· ὅλην τὴν οἰκουμένην ἐφώτισεν. Ἔλαβε τάφον, ἀλλὰ πανταχόθεν ὡς ἥλιος ἀνατέλλει· ἐνίκησε τὴν γῆν τὰ λείψανα τοῦ δικαίου, καὶ πλατύτερος ἐφάνη τῆς κτίσεως ὅλης· ἔσπειρεν αὐτὸν ἡ χάρις εἰς ὅλον τὸν κόσμον. Πᾶσα γωνία μέρος ἔχει τοῦ Θωμᾶ, πάντα τὸν κόσμον 59.499 ἐπλήρωσε, καὶ μένει κατὰ τόπον ὁλόκληρος· εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ἡ δόξα αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ τρόπαια αὐτοῦ. Πῶς οὖν αὐτὸν ὀνομάσω; Ἥλιον; Ἀλλ' ὑπὸ νυκτὸς οὐκ ἐλέγχεται. Ἀστέρα; Ἀλλἡμέρα τοῦτον οὐ κρύπτει.

Ἐν παντὶ καιρῷ καταυγάζει τὴν κτίσιν, πάντα ζόφον ἀπελαύνει τῆς οἰκουμένης. Οὐκ ἔτι νὺξ μετ' αὐτοῦ, σκότος αὐτὸν οὐκ ἀμβλύνει, ποταμὸς οὐ κωλύει, θάλασσα κατέχειν οὐ δύναται, ὠκεανὸς ἐπιγινώσκει τὸν ἄνδρα, βάρβαροι τιμῶσι τὸν Θωμᾶν· πάντα τὰ ἔθνη σήμερον ἑορτάζει, καὶ τὴν τούτου φωνὴν, καθάπερ τι δῶρον, τῷ ∆εσπότῃ προσφέρει. Ὁ Κύριός μου καὶ ὁ Θεός μου· ὁ συγγενής μου καὶ ποιητής μου, ὁ λυτρωτής μου καὶ ὁ βασιλεύς μου. Ταῦτα γὰρ ἐδίδαξεν ὁ Θωμᾶς, τοῦτον ἡμῖν ὡς τέκνοις ἀφῆκε τὸν κλῆρον· ὡς θησαυρὸν ἡ φύσις κατέχει τὸν λόγον· ὅλον τὸ γένος διὰ ταύτης τῆς φωνῆς ὀχυροῦται· μέχρι τῶν ἀγγέλων ἐξετάθη τὸ ῥῆμα· ἄγγελοι ταύτην ὡς ἄγκυραν τὴν ὁμολογίαν κρατοῦσι· πᾶσα ἡ κτίσις ὡς διάδημα περιφέρει τὸ δόγμα. Μόνος ὁ Ἄρειος ἀποστερεῖται τοῦ λόγου, μόνος ἐκεῖνος ἐκπίπτει τοῦ κλήρου, μόνος οὐχ ὁμολογεῖ Κύριον τὸν Χριστὸν μετὰ Θωμᾶ· οὐ γνωρίζει αὐτὸν Θεὸν μετ' αὐτοῦ· δοῦλον ἀποκαλεῖ τὸν ∆εσπότην, κτίσμα τὸ ἀπαύγασμα, νόθον τὸν γνήσιον, πλάσμα τὸν πλάστην· οὐ λέγει Κύριον καὶ Θεὸν τὸν ∆εσπότην, οὐκ ἀνέχεται τῆς ἀληθείας, οὐ συντίθεται τῷ Θωμᾷ, οὐκ ἀκολουθεῖ τῷ δικαίῳ· καὶ ταῦτα τιμῶν αὐτοῦ τὴν ἡμέραν, καὶ πανηγυρίζων μετὰ πάσης τῆς οἰκουμένης, καὶ συντάττων ἑαυτὸν τοῖς φίλοις τοῦ Θωμᾶ. Ἀλλ' οὐ κλέπτει τὴν ἀρετὴν ἡ κακία· οὐ συναρμόζει τῷ ὁδηγῷ τῆς ἀληθείας ὁ πλάνος. Οἶδεν ὁ ποιμὴν τὸ θηρίον, οἶδεν ὁ σφενδονίτης τὸν λύκον, οἶδεν ὁ κυβερνήτης τὸ κῦμα, οἶδεν ὁ λιμὴν τὸν χειμῶνα, οἶδεν ὁ στρατηγὸς τὸν πολέμιον, οἶδεν ὁ Θωμᾶς τὸν Ἄρειον, οἶδε καὶ διώκει αὐτόν. Οὐ δέχεται τὴν τιμὴν τοῦ βλασφήμου, οὐκ εἰσέρχεται παρὰ τὸ σπήλαιον τῶν φονέων, οὐ συναυλίζεται μετ' ἐκείνων· ἀποστρέφεται σύνοδον ἀθετούντων, βδελύσσεται φωνὴν αὐτῷ μαχομένην, μισεῖ στόμα κατὰ τοῦ Θεοῦ λαλοῦν ἀδικίαν, ἐκτρέπεται γλῶτταν Κύριον καὶ Θεὸν τὸν Χριστὸν μὴ καλοῦσαν· καὶ βοᾷ πρὸς ἐκεῖνον ἀπὸ πάσης τῆς οἰκουμένης, Ἄρειε, τί με καθέλκεις; τί λιπαίνεις ἐλαίῳ τὴν κεφαλήν μου; τί μου τὴν ἡμέραν ἑορτάζεις, παράνομε; Οὐ δέχομαί σου τὸν βλάσφημον ὕμνον· οὐ συμφωνῶ τῇ ματαίᾳ σου πίστει· οὐ γνωρίζω σου τὸ παράνομον δόγμα.