1

 2

 3

 4

2

πάθος τὸ ἐν ἡμῖν-διττὸν δὲ τοῦτο, ἢ μαλακτικὸν τῆς ψυχῆς εἰς ἀπαλότητα, ἢ σκληροποιὸν εἰς τραχύτητα-, ἡ δὲ κατὰ τὸν λογισμόν, ὅτε μὴ ὑγιῆ μηδὲ ὀρθὰ λογίζοιτο· καί ἐστιν ὁ μὲν λογισμὸς οἱονεὶ φλιά (τουτέστιν ὑπέρθυρον) ἐπὶ τοῖς σταθμοῖς ἑκατέροις, ἡγεμονικὸς γὰρ καὶ ἀνώτερος τῇ φύσει, τὸ δὲ πάθος ἀνάλογον ἔχει τοῖς σταθμοῖς, ὑποκείμενον τῷ λογισμῷ, 9 καθάπερ οἱ σταθμοὶ τοῖς ὑπερθύροις ὑπόκεινται. Τίνα τὰ πρὸς ἀπαλότητα προσάγοντα πάθη; γαστριμαργία καὶ οἰνοφλυγία καὶ συνουσιῶν ἐπιθυμία· τίνα τὰ σκληρὰ τῆς ψυχῆς; ὀργαὶ καὶ αὐθάδειαι· ὧν ὁ Παῦλος τὴν ἀναίρεσιν ποιούμενος ἔλεγε· "Μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, ἀλλ' ἐνδύσασθε τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν".

10 Ὅμοιον τοίνυν ἡ χρῖσις τῇ ἐνδύσει, ὅτε τῷ Χριστοῦ πάθει μορφούμενοι τὴν ἁγιότητα περιβαλλόμεθα τὴν Χριστοῦ μήτε εἰς ἡδονὰς ἐκλυόμενοι μήτε εἰς θυμοὺς ἐκτραχυνόμενοι· καλὸν δὲ καὶ τοῖς λογισμοῖς εἰπεῖν χρῖσμα καὶ ἐπένδυμα σοφία ἡ μὴ σαρκικὴ ἀλλ' ἡ κατὰ Χριστόν, ὥστε νεκροῦσθαι μὲν ἡμᾶς περὶ τὸν σαρκικὸν νοῦν οἷον ἀποθανόντας, κοσμεῖσθαι δὲ τῷ πνευματικῷ· οὕτω γὰρ οὔτε διὰ τῶν ἀλόγων παθῶν οὔτε διὰ τῶν ἀφρόνων λογισμῶν ἐπίησιν ἡμῖν ἡ ἁμαρτία οὔτε καταδυναστεύει ἡμῖν ὁ θάνατος.

11 Τοιοῦτον μὲν δὴ τὸ τῆς χρίσεως μυστήριον· μετὰ δὲ τὴν χρῖσίν ἐστιν ἡ βρῶσις, εἰσοικίζουσα τὸ σῶμα τὸ θεῖον εἰς ἡμᾶς καὶ ἀναμιγνῦσα πρὸς ἕνωσιν· "Φάγονταί" 12 φησι "τὰ κρέα ταύτῃ τῇ νυκτὶ ὀπτὰ πυρί". Νὺξ ὁ παρὼν οὗτος αἰών· "Ἡ νὺξ προέκοψε" Παῦλός φησι· διὰ πυρὸς ἡ τοῦ ἁγίου μετάληψις σώματος, τουτέστι δι' ἐμπύρου καὶ ζεούσης σπουδῆς. "Τῷ πνεύματί" φησι "ζέοντες", καὶ "Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν" λέγει "καὶ τί θέλω εἰ ἤδη ἀνήφθη";

13 Ὥσπερ δὲ τὸ πῦρ ἐμφανιστικὸν τῆς ζεούσης σπουδῆς εἰς τὴν ἀπόλαυσιν τῶν κρεῶν παραλαμβανομένων, οὕτως ἄζυμα τῆς ἁπλότητος καὶ αἱ πικρίδες τῶν ἐπακολουθουσῶν θλίψεων· "Ἄζυμα" γάρ φησι "ἐπὶ πικρίδων ἔδον 14 ται". Ἁπλοῦς ὁ τρόπος καὶ ἀκακοποιής, τὸ παλαιὸν ἐκεῖνο καὶ πανοῦργον ἀποτιθέμενος, ὡσπερεὶ ζύμην, τὸ δὲ νέον καὶ ἀπάνουργον ἀνειληφώς, ἵν' ἄζυμος ᾖ· "Τὸ πάσχα γὰρ ἡμῶν" φησιν "ἐτύθη Χριστός, ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας"· πικρὸν δὲ αἱ θλίψεις, "ἀλλὰ καὶ ἐν ταῖς θλίψεσί" φησι "καυχώμεθα, εἰδότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. ∆ιὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν", ὥστε προσιέμεθα τὴν θλίψιν ἐν ἡδύσματος τρόπῳ διὰ τὴν ἐλπίδα τὴν ἐξ αὐτῆς καὶ τὴν βασιλείαν.

15 Ἀπαγορεύει δὲ τὸ πρόσταγμα μὴ ἐσθίειν ἀπὸ τῶν κρεῶν ὠμόν· τοῦτο δὲ τοῖς μὲν σωματικῶς ἀκούουσιν οὐδένα λόγον ἂν ἔχοι, δι' ὧν ἀπηγόρευσε θεὸς τὸ μὴ ἄν ποτε γενόμενον, οὐδεὶς γὰρ ὠμὸν ἂν φάγοι· παρά γε ἡμῖν καὶ μέγιστον παρέχεται λόγον τὸ μὴ ἀργῶς προσιέναι τῇ τοῦ θείου σώματος μεταλήψει· ἀμετάληπτον γὰρ καθίσταται τοῖς ἀργῶς αὐτὸ μεταχειριζομένοις καὶ μὴ δι' ἔργων ἀγαθῶν τῆς πρὸς αὐτὸ συγκράσεως ἀντιποιουμένοις· "Ἡ πίστις" φησὶ "χωρὶς ἔργων νεκρά ἐστι", καὶ διὰ τοῦτο τοῖς ἀργῶς διακειμένοις ἐπιφέρονται θλίψεις "πρὸς τὸ συμφέρον", ὡς ὁ Παῦλός φησι, ἵνα μεταλαμ βάνωσι τῆς ἁγιότητος αὐτοῦ.

16 Ἀργίαν δὲ ἐμποιεῖ περὶ τὰ πνευματικὰ ἔργα τὸ φιλήδονον τῆς σαρκός· διόπερ ἑτέρῳ συμβόλῳ τοῦτο δηλῶν ὁ νομοθέτης ἀπαγορεύει καὶ "ἑψημένον ὕδατι" φαγεῖν· πρὸς ἡδονὴν γὰρ τῆς βρώσεως τὸ ἑψόμενον παρασκευάζεται, μεθ' ἡδονῆς δὲ τὴν θείαν τροφὴν οὐκ ἔστιν ὑποδέξασθαι· οὐ γὰρ ἀναμίγνυται τρόπῳ σαρκικῷ δύναμις πνευματική.

17 Μὴ τοίνυν ἕψε τὸ κρέας τὸ ἅγιον, φησίν, ἀναμιγνύων ἡδύσμασιν αὐτό, ἀλλ' "ὀπτὰ πυρὶ" μόνον ἐσθιέσθω, ὅπερ ἡ σπουδὴ σύντονος ἀφιλήδονος. Τὸ