1

 2

 3

 4

3

φιλήδονον οὐ φιλό θεον, ὡς ὁ Παῦλός φησι, καὶ "ὧν ὁ θεὸς ἡ κοιλία", τούτοις οὐκ ἔστι θεὸς ὁ θεός· οὐδὲ οἱ τὴν εὐχαριστίαν εἰς πολυτελεῖς εὐωχίας μετατιθέντες ἀπόδεκτοι παρὰ τῷ ἀποστόλῳ, βρώσεως πολλῆς καὶ ποικίλης καὶ πόσεως ὑπόθεσιν ποιούμενοι τὴν ἁγιαστικὴν κοινωνίαν, πρὸς οὓς ὁ Παῦλός φησι· "Οὐκ ἔστι κυριακὸν δεῖπνον φαγεῖν· ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν, ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε, καὶ καται σχύνετε τοῦς μὴ ἔχοντας· Τί εἴπω ὑμῖν; Ἐπαι νέσω ὑμᾶς; Ἐν τούτῳ οὐκ ἐπαινῶ"· φησὶ δὲ ἐκ ταύτης τῆς ἀνεπιτηδεύτου χρήσεως περὶ τὸ ἅγιον βρῶμα συμβαίνειν αὐτοῖς τοὺς πειρασμούς, ὅτι μὴ ἁγίως τῷ ἁγίῳ προσιᾶσι· "∆ιὰ τοῦτο" γὰρ "ἐν ὑμῖν" φησι "πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί.

Εἰ 18 δὲ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα." Ἀσε βείας γὰρ ὑπεύθυνοι τῆς εἰς τὸν κύριον οἱ μὴ παρέχοντες ἐπιτήδειον τὸ σῶμα πρὸς τὴν ἀνάκρασιν τοῦ σώματος αὐτοῦ, ὅπερ ἡμῖν ἔδωκεν ἵνα πρὸς αὐτὸ κιρνάμενοι πρὸς τὸ πνεῦμα τὸ ἅγιον ἀνακιρνώμεθα, ἐπεὶ καὶ διὰ τοῦτο ὅλως εἰς σῶμα ἔδωκεν ἑαυτὸν ὁ τοῦ θεοῦ λόγος καὶ "σὰρξ ἐγένετο" κατὰ τὴν εὐαγγελικὴν φωνήν, ἵν' ἐπειδὴ μετάσχειν ὡς λόγου μὴ οἷόν τε ἡμῖν, ὡς σαρκὸς μετάσχωμεν αὐτοῦ, τῇ πνευματικῇ σαρκὶ τὴν ἡμετέραν οἰκειώσαντες καὶ τῷ πνεύματι τὸ πνεῦμα κατὰ δύναμιν, ὡς ἂν ὁμοιώματα Χριστοῦ κατασταίημεν, ναοὶ τοῦ πνεύματος γενόμενοι, καθά φησιν ὁ ἀπόστολος· "Ναοὶ τοῦ θεοῦ ἐστε", καὶ πάλιν· "Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ;" καὶ διὰ τῆς ἀναμίξεως τῆς πρὸς τὸ πνεῦμα τοῦ Χριστοῦ σώματα γίνεται καὶ περιέπειν "ἐν ἁγιασμῷ", ταῦτα δὴ περιέποντας ὡς μέλη Χριστοῦ· "Οὐκ οἴδατε" γάρ φησιν "ὅτι τὰ μέλη ὑμῶν μέλη Χριστοῦ ἐστιν; Ἆρα οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; Μὴ γένοιτο."

19 Τὴν μὲν οὖν σκευασίαν τῆς ἁγίας τροφῆς οὕτω καὶ ἐν τοιούτοις συμβόλοις διέταξεν ἡ νομοθεσία, "πρὸς τὸ" ἡμῖν "συμφέρον" διατάξασα τὴν τότε προτύπωσιν· "κεφαλὴν" δέ φησι "σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις", κεφαλὴν μὲν αἰνιττόμενος τὴν ἀρχὴν τῆς εἰς τοὺς ἀνθρώπους ἐπιφανείας, αὕτη δὲ ἦν ἡ προτέρα παρουσία, πόδες δὲ τὸ τέλος, αὕτη δὲ ἦν ἡ δευτέρα παρουσία, ἧς ἄνευ τὴν προτέραν οὐκ ἔστι πιστεύεσθαι, ἐπεὶ μὴ πάντα τὰ προφητευθέντα ἐπλήρωσεν αὕτη· διόπερ οὐδὲ πιστεύουσιν Ἰουδαῖοι <διὰ> τὸ μὴ πεπληρῶσθαι τὰ τῆς ἐνδόξου παρουσίας, οὐκ εἶναι Χριστὸν οἰόμενοι τὸν οὕτω 20 παραγενόμενον. ∆ιὰ τοῦτο συμπλέξας εἶπε "κεφαλὴν σὺν τοῖς ποσί", τουτέστι τὴν προτέραν παρουσίαν μετὰ τῆς δευτέρας, ἵνα καὶ σὺν ἀδοξίᾳ "πρόβατον ἐπὶ σφαγὴν" ἀχθέντα δέξῃ τὸν Κύριον καὶ "βασιλέα μετὰ δόξης" φαινόμενον ἴδῃς, ἅπερ ἀμφότερα προεῖπεν Ἡσαίας ὁ προφήτης, καὶ μὴ τὴν λύτρωσιν τῆς Ἰερουσαλὴμ ἀπαιτήσῃς, ἀλλ' ὕστερον προσδοκήσῃς τὸ "Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβεῖς ἀπὸ Ἰακώβ", σώζοντος αὐτοῦ τὸ ὑπόλοιπον τοῦ λαοῦ τὸ μέλλον ἐπ' αὐτὸν ἐπιστρέφειν, ἐπὶ δὲ τῆς προτέρας παρουσίας τοὐναντίον ἴδῃς πληρούμενον τὸ "Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου" καὶ τὸ "Παρέδωκε τοὺς ἀσεβεῖς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου".

21 "Κεφαλὴν" οὖν "σὺν τοῖς ποσὶ" λέγων προδιαμαρτύρεται τοῖς Ἰουδαίοις ὅτι τὴν ἄδοξον παρουσίαν τοῦ κυρίου μὴ χωρίσητε τῆς ἐνδόξου, ἵνα μὴ τῆς κοινωνίας χωρισθῆτε τῆς πρὸς αὐτὸν ἀπιστήσαντες· ἀλλὰ καὶ "σὺν τοῖς ἐντοσθιδίοις" φησί. Τί τοῦτό ἐστιν; Μὴ σκανδαλισθῆτε περὶ τὸ φαινόμενον, ἀλλὰ καὶ τὸ ἀπόκρυφον θεωρήσατε· μὴ ἄνθρωπον ἐπίσης ὑμῖν νομίσητε, διότι ἐστὶ "καὶ ἄνθρωπος" κατὰ σῶμα, ἀλλὰ γνῶτε πνευματικῶς 22 αὐτὸν καὶ γνώσεσθε ἐν αὐτῷ τὸν πατέρα. Ἕως γὰρ ἂν τὸ ἐντὸς μὴ ὁρᾷς μηδὲ μετέχῃς ἐντοσθιδίου, οὔπω Χριστὸν