1

 2

 3

 4

4

ἑώρακας, ἄνθρωπον οἰόμενος αὐτόν, οὐ θεόν· λέγει δὲ αὐτός· "Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα".

23 Σκεπτέον δὲ καὶ τί τὸ "Οὐκ ἀπολείψετε ἀπ' αὐτοῦ εἰς τὸ πρωΐ", καὶ τοῦτο ἡμῖν ὁ Παῦλος ἑρμηνευέτω λέγων "ἀνάμνησιν" ἡμᾶς τοῦ πάθους τοῦ κυρίου ποιεῖσθαι "ἕως ἂν ἔλθῃ"· αὕτη γὰρ ἕως τοσούτου τελεῖται καὶ σώζει τοὺς τελοῦντας, ἕως ἡ παροῦσα νὺξ παρέλθῃ καὶ πρωῒ γένηται καὶ ζῶν ἡμῖν ἐξ οὐρανοῦ Χριστὸς ἐπιλάμψῃ, διὰ τῆς ζωῆς ἑαυτοῦ σώζων ἡμᾶς ὁ νῦν διὰ τοῦ θανάτου σώζων· "Εἰ γὰρ ἐχθροὶ ὄντες" φησὶ "κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες 24 σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ". Εἰ δὴ νῦν μὲν ἐν τῷ θανάτῳ Χριστοῦ σωζόμεθα, τότε δὲ ἐν ζωῇ, οἰκεῖον τὸ σύμβολον τὸ μὴ καταλιμπάνεσθαι τῶν κρεῶν τοῦ θύματος "ἕως τὸ πρωΐ"· καὶ γὰρ ἡμεῖς τότε ζῶντες ἐσόμεθα καὶ ἡ παροῦσα νέκρωσις ἡμῶν πάρεισι, νῦν μὲν οὐκ ἄλλως σωζομένων εἰ μὴ νεκρωθείημεν, τότε δὲ ζωτικὴν ἐχόντων σωτηρίαν· "Μὴ τὰ ἐπίγειά" φησι "φρονεῖτε, ἀπεθάνετε γὰρ καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ". 25 ∆ιὸ καὶ εἴ τι τῶν κρεῶν τοῦ ἱερείου περισσεῦον πυρὶ κατακαίεται, ἵν' εἰδείημεν ὅτι κατὰ τὸν νῦν αἰῶνα Χριστὸς τέθνηκε "τῇ ἁμαρτίᾳ ἐφάπαξ", "οὐκέτι" δὲ "θάνατος αὐτοῦ κυριεύει", ἀλλὰ ἀφῄρηται τῇ δυνάμει τοῦ πνεύματος ὡσπερεὶ πυρός, τὰ τοῦ θανάτου σημεῖα τῆς ζωῆς ἐπικρατησάσης.

26 Τὸ δὲ δὴ "Ὀστοῦν οὐ συντριβήσεται ἀπ' αὐτοῦ" φησι μὲν ὁ μακάριος Ἰωάννης καὶ σωματικῶς πεφυλάχθαι, μὴ κατεαγέντων αὐτοῦ τῶν σκελῶν, ἔχει δὲ καὶ τὴν πνευματικὴν δήλωσιν, ὅτι τὸ στερρὸν τὸ ἐν αὐτῷ διέμενεν ἀήττητον, καὶ διὰ τοῦτο φθορὰ τοῦ σώματος οὐχ ἥψατο, στερροτάτην καὶ ἀσύντριπτον σχόντος τὴν ὑποβάθραν, διὰ τὸ θείως καὶ μὴ σαρκικῶς συστῆναι τὸ σῶμα καὶ θεῖαν ἐσχηκὸς τὴν γέννησιν μὴ ὑποκεῖσθαι τῇ τῶν ἀνθρώπων φθορᾷ. "Ἡ σὰρξ αὐτοῦ" φησι "οὐκ εἶδε διαφθοράν".

27 Ταῦτα περὶ τῆς σωτηρίου χρίσεως καὶ τῆς ἱερᾶς βρώσεως ἐξητακότες παυσώμεθα τοῦ λόγου, καὶ νῦν εἰς ἑτέραν ἐξέτασιν τὰ μετὰ τοῦτο καταλιπόντες, αἰτούμενοι παρὰ τοῦ κυρίου τὴν αἴτησιν, ἣν ∆αυὶδ ᾐτήσατο· "Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου", ἵν' ἡμῖν μὴ εὐκαταφρόνητος ἡ τῶν νομίμων ἀνάγνωσις ᾖ καθάπερ Ἰουδαίοις ἕως τῶν τύπων ἱσταμένοις, ἀλλὰ θείως τὰ θεῖα νοοῦντες σύμβολα πρὸς τὴν θειοτάτην ἀλήθειαν φανῶμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.