1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

2

δημοτελὴς ἑορτή· ἵνα δὲ καὶ κατὰ μέρος ἑστιαθῶμεν τοῦ λόγου, οὐ τὰ γήϊνα ἀλλὰ τὰ ἐπουράνια σιτούμενοι, φάγωμεν καὶ ἡμεῖς τὸ λογικὸν πάσχα μετὰ ἐπιθυμίας πνευματικῆς, μεθ' ἧς αὐτὸς ὁ Κύριος ἐπεθύμησε φαγεῖν μεθ' ἡμῶν εἰπών· "Ἐπιθυμίᾳ ἐπεθύμησα μεθ' ὑμῶν φαγεῖν τὸ πάσχα". Φέρε δή, πρῶτον ἀναλαβόντες διὰ βραχέων εἴπω μεν τί νόμος καὶ τί νόμου χρεία, διὰ τί δὲ μετ' Αἴγυπτον νόμος· δεύτερον τί τὸ πάσχα τὸ ἐξ Αἰγύπτου ὁρμώμενον καὶ τίς ὅλη ἡ περὶ τοῦ πάσχα οἰκονομία καὶ τί τὸ πᾶν καὶ περὶ τοῦ παντὸς τοῦ πάσχα μυστήριον.

5.2 Παραθήσομεν δὲ πρῶτον αὐτὴν τὴν γραφήν, ἵνα ἐκ παραβολῆς καὶ ἐκ

παραθέσεως ἕκαστα βλέπωμεν τῶν θεωρημάτων· Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτου λέγων· Ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ. Λάλησον πάσῃ συναγωγῇ υἱῶν Ἰσραὴλ λέγων· Τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν πρόβατον κατ' οἴκους πατριῶν, πρόβατον κατ' οἰκίαν. Ἐὰν δὲ ὀλίγοι ὦσιν ἐν τῇ οἰκίᾳ ὥστε μὴ ἱκανοὺς εἶναι εἰς τὸ πρόβατον, προσλήψεται μετ' αὐτῶν τὸν γείτονα τὸν πλησίον αὐτοῦ κατὰ ἀριθμὸν ψυχῶν· ἕκαστος τὸ ἀρκοῦν αὐτῷ ἀριθμηθήσεται εἰς πρόβατον. Πρόβατον τέλειον ἐνιαύσιον ἔσται ὑμῖν· ἀπὸ τῶν ἀρνῶν καὶ ἀπὸ τῶν ἐρίφων λήψεσθε.

Καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου, καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν. Καὶ λήψονται ἀπὸ τοῦ αἵματος καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν καὶ ἐπὶ τὴν φλιὰν καὶ ἐν τοῖς οἴκοις ἐν οἷς ἂν φάγωσιν ἐν αὐτοῖς. Καὶ φάγονται τὰ κρέα ἐν αὐτῇ τῇ νυκτὶ ὀπτὰ πυρί, καὶ ἄζυμα ἐπὶ πικρίδων φάγονται. Οὐκ ἔδεσθε ἀπ' αὐτῶν ὠμὸν οὐδὲ ἡψημένον ὕδατι, ἀλλ' ὀπτὰ πυρὶ, κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις. Οὐ καταλείψεται ἀπ' αὐτῶν εἰς τὸ πρωί· καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ' αὐτοῦ. Τὸ δὲ περι λειπόμενον ἕως πρωὶ ἐν πυρὶ κατακαύσετε. Οὕτω δὲ φάγεσθε αὐτό· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ὑμῶν ἐν ταῖς χερσὶν ὑμῶν· καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς. Πάσχα ἐστὶ Κυρίου. Καὶ διελεύσομαι ἐν γῇ Αἰγύπτου ἐν τῇ νυκτὶ ταύτῃ καὶ πατάξω πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου ἐν τῇ νυκτὶ ταύτῃ ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἐν πᾶσι τοῖς θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν· ἐγὼ Κύριος. Καὶ ἔσται τὸ αἷμα ὑμῖν ἐν σημείῳ ἐπὶ τῶν οἰκιῶν ἐν αἷς ἐστε ἐκεῖ· καὶ ὄψομαι τὸ αἷμα καὶ σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτρίψαι, ὅταν παίω ἐν γῇ Αἰγύπτου. Καὶ ἔσται ἡ ἡμέρα αὕτη ὑμῖν εἰς μνημόσυνον, καὶ ἑορτάσατε αὐτὴν ἑορτὴν Κυρίῳ εἰς τὰς γενεὰς ὑμῶν· νόμιμον αἰώνιον ἑορτάσατε αὐτήν. Ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε ἐπὶ πικρίδων. Καὶ πάλιν εἶπεν ὁ Κύριος πρὸς Μωϋσῆν καὶ Ἀαρὼν λέγων· Οὗτος ὁ νόμος τοῦ πάσχα· πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπ' αὐτοῦ. Πάντα οἰκέτην τινὸς καὶ ἀργυρώνητον περιτέμῃς αὐτὸν καὶ τότε φάγεται ἀπ' αὐτοῦ. Πάροικος καὶ μισθωτὸς οὐκ ἔδεται ἀπ' αὐτοῦ. Ἐν οἰκίᾳ μιᾷ βρωθήσεται· οὐκ ἐξοίσετε ἐκ τῆς οἰκίας ἐκείνης τῶν κρεῶν ἔξω. Καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ' αὐτοῦ. Πᾶσα συναγωγὴ Ἰσραὴλ ποιήσει αὐτό. Πᾶς ἀπερίτμητος οὐκ ἔδεται ἀπ' αὐτοῦ. Νόμος εἷς ἔσται τῷ ἐγχωρίῳ καὶ τῷ προσελθόντι προσηλύτῳ ἐν ὑμῖν.

6.1 Ἡ μὲν θεία γραφὴ οὕτως μυστικῶς τὴν ἱερὰν ἑορτὴν προεθέσπισεν, ἡμεῖς

δὲ ἤδη καθ' ἕκαστον ἀκριβώσομεν τῶν ἀνεγνωσμένων, εὐχαῖς ὑμετέραις ἐραυνῶντες τῶν γραφῶν τὰ κεκρυμμένα μυστήρια, καὶ τὴν μὲν ἀλήθειαν τῶν γεγραμ μένων οὐκ ἀναιροῦντες, τὴν δὲ ἀκρίβειαν τῶν μυστηρίων διὰ τῶν τύπων θεωροῦντες. 6.2 Καὶ γὰρ καὶ τὴν σκηνὴν τῷ Μωϋσεῖ τὸ θεῖον πνεῦμα ἐντέλλεται ποιῆσαι "καθ' ὃ δείξω σοι, φησί, παράδειγμα"· οὕτως τυπικῶς ὁρώ μενόν ἐστι καὶ μυστικῶς τὸ κατὰ τὸ πρωτότυπον καὶ πρωτογενὲς παράδειγμα νοούμενον. 6.3