1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

5

οἰκητήριον· τὸ δὲ "σκεπάσω ὑμᾶς" τῶν ἐκτάσεων χειρῶν Ἰησοῦ αἳ σκεπάζουσι τοὺς πιστεύοντας ἄπληστοι ἐπιβολαί.

16.1 Τὸ μὲν δὴ κοσμικὸν καὶ καθόλου τοῦ πάσχα τοιόνδε ἐστι μυστήριον,

ἄκουε δὲ καὶ ὡς δυνατόν ἐστιν ἡμῖν κατὰ μέρος θείαν τελετὴν διηγουμένοις· τὸ μὲν γὰρ ἀληθὲς ὅπως ἔχει περὶ τούτων, Θεὸς καὶ ὁ τὸ ἱερὸν πάσχα ἐν ἑαυτῷ καὶ δι' ἑαυτοῦ κοσμήσας οἶδε λόγος, ἡμῖν δὲ ὡς ἀνθρώποις συγγνώμην διδόσθω, ἐάν, ἀγαπητοί, ὄντως παρασφαλλώ μεθα. Λέγωμεν δὴ ἄνωθεν ἀναλαβόντες πρῶτον μὲν <τί> ὅδε ὁ μὴν ἀρχὴ μηνῶν καὶ διὰ τί ὁ τοῦ πάσχα μὴν πρῶτός ἐστιν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ.

17.2 Ὁ μὲν οὖν ἐν ἀπορρήτοις λεγόμενος Ἑβραίων λόγος τοῦτόν φησι τὸν

καιρὸν εἶναι ἐν ᾧ ὁ τῶν ὅλων τεχνίτης καὶ δημιουργὸς Θεὸς τότε ἐδημιούργησε τὸ πᾶν, καὶ τοῦτο εἶναι τῆς κτίσεως τὸ πρῶτον ἄνθος, τοῦ κόσμου τὸ κάλλος, ὅτε τὸ πανδαίδαλον ἄγαλμα κατὰ νοῦν ἑαυτοῦ ὁ δημιουργὸς ἐμμελῶς εἶδε κινού μενον. Τεκμαίρονται δὲ οὐρανῶν εὐταξίαις καὶ ὡρῶν εὐκρα σίαις καὶ ἡλίου εὐνομίαις καὶ φωτὸς μὴ μειουμένου ἀνατολαῖς, καὶ μὴν καὶ καρπῶν ἐκβολαῖς καὶ φυτῶν ὁρμαῖς καὶ δένδρων εὐανθέσιν ἀναδρομαῖς καὶ ποιμνίων ἤδη τικτομένων γοναῖς, ὅτε χλοηφορεῖ μὲν ἤδη πᾶσα ἡ γῆ, ἀνθηκομεῖ δὲ καὶ δένδρα ἐπίγονα εἰς ἐκβολὴν ὠδίνοντα καρπούς, ὅτε ζεῦγος ἐξ ἀρότρου λύσας γεωργὸς ἀνέπαυσεν ἅρμα μυκώμενον καὶ τοὺς θείους καρποὺς ἐπὶ τὴν γῆν καταβαλὼν τὰς οὐρανίους ἐκδέχεται ἄνωθεν πηγάς, ὅτε λευκὸν ἤδη ποιμὴν ἐκ ποιμνίων ἀμέλγει γάλα καὶ μελιττουργοὶ τοὺς γλυκεῖς μηνίους βλάττουσι κηρούς, ὅτε ναυτίλος ἤδη χαροποιηθεὶς θαλάσσης καταθρα σύνεται καὶ φιλοκερδέσι τέχναις γλαυκοῦ κατατολμᾷ κύματος, τὴν δὴ τῶν ὅλων εὐνομίαν καὶ τὴν τοῦ παντὸς εὐταξίαν καί, ὡς ἂν εἴποι τις, τὴν εὐκληρίαν ταύτην εἶναι τὴν πρώτην ἀπαρχήν, <καὶ> τὴν τοῦ ἐνιαυτοῦ ἀρχὴν τὴν γλυκεῖαν τοῦ ἔαρος ἡδονήν. 17.3 Ἐγὼ δὲ οὐδὲ τούτοις τοῖς λόγοις ἀπιστῶ, νομίζω δέ, ὃ καὶ μᾶλλον πεπίστευκα, διὰ τὴν τοῦ πάσχα πνευματικὴν ἑορτὴν ἀρχὴν καὶ κεφαλὴν καὶ πρώτην ἡγεμονίαν παντὸς τοῦ χρόνου καὶ αἰῶνος νενομίσθαι τόνδε τὸν μῆνα τοῦ πάσχα ἐν ᾧ τὸ μέγα τοῦτο τελεσιουργεῖται καὶ ἱερουρ γεῖται μυστήριον, ἵνα ὡς ὁ Κύριος τῶν πάντων νοητῶν τε καὶ ἀοράτων πρωτόγονός ἐστι καὶ πρωτότοκος ἀπ' ἀρχῆς, οὕτως καὶ ὅδε ὁ μὴν ὁ τὴν ἱερὰν τετιμημένος τελετὴν πρῶτος γεγένηται τοῦ ἐνιαυτοῦ καὶ παντὸς αἰῶνος ἀρχή. 17.4 Ἐνιαυ τὸς δὲ οὗτος ὃν ἡ θεία γραφὴ βοᾷ· "Κηρύξαι ἐνιαυτὸν Κυρίου δεκτόν".

18.1 Πρόβατον τὸ θῦμα τὸ ἱερόν· "Αὐτὸς ὡς πρό βατον" γάρ φησιν "ἐπὶ

σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος", καὶ Ἰωάννης· "Ἰδοὺ ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου". Τέλειον δὲ τὸ πρόβατον καὶ ἐνιαύσιον· τέλειον μὲν ὡς ἐξ οὐρανῶν, ἐνιαύσιον δὲ ὡς ἐν γῇ· ἐνιαυτὸς γὰρ χρόνου μέτρον ἐν γῇ, ἑαυτὸν ἐπιλαμβάνων καὶ εἰς ἑαυτὸν ἀνακυκλούμενος καὶ τῇ εἰς ἑαυτὸν περιόδῳ περιφορᾷ τὸν ἀμέτρητον αἰῶνα μιμούμενος. Λαμβάνεται δὲ τῇ δεκάτῃ τοῦ μηνός, καὶ πάνυ συμβολικώτατα· διάστημα γὰρ εὐαγγελίου νόμος, νόμου δὲ τὸ κορυφαιότατον δόγμα ἡ δεκάλογος, μετὰ δὲ τὰς δέκα τοῦ νόμου ἐντολὰς τότε τὸ πρόβατον ἔρχεται τὸ μυστικὸν τὸ ἐκ τῶν οὐρανῶν. Τηρεῖται δὲ τὰς διαμέσους ἡμέρας, αἰνιττόμενον τῇ γραφῇ ἐν μέσῳ τοῦ χρόνου μέχρι τοῦ πάθους ἐν τῇ τοῦ σώματος ἐπιδημίᾳ τοῦ πάσχα, καὶ τὴν σύλληψιν ἣν ἐν τοῖς τοῦ ἀρχιερέως συλληφθεὶς ἐτηρεῖτο. Ὁ δὲ προσλαμβανόμενος εἰς τὸ πρόβατον ὁ πλησίον εἰμὶ γείτων ἐγώ· ὑπὸ σοῦ γάρ, ὦ Ἰσραήλ, τὸ πρόβατον οὐκ ἐχωρήθη. Εἶτα δὲ τὸ πρόβατον πρὸς ἑσπέραν θύεται· καὶ γὰρ ἐπὶ δυσμὰς τοῦ ἡλίου καὶ ὁ ἱερὸς ἀμνὸς τοῦ Θεοῦ