1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

11

φέρων ἔδωκε τῷ θανάτῳ, ἵνα τὸ ἀδήφαγον θηρίον καὶ ὁ ἄπληστος δεσμὸς ὅλως ἐν ἑαυτῷ νεκρωθῇ. Τῷ ἀναμαρτήτῳ σώματι ἐζήτει πανταχοῦ τὰς ἰδίας τροφάς, μήπου ἡδονή, μήπου ὀργή, μήπου παρακοή, μήπου ὅλως ἡ παλαιὰ ἁμαρτία ἡ πρώτη τοῦ θανάτου τροφή· "Κέντρον" γάρ φησι "τοῦ θανάτου ἡ ἁμαρτία"· ὡς δὲ οὐδὲν εὕρισκεν ἐν αὐτῷ θανάτου θρεπτικόν, ὅλως ἐν ἑαυτῷ κλεισθεὶς καὶ ἀτροφίᾳ λυθεὶς αὐτὸς ἑαυτῷ θάνατος ἐγίγνετο. Ὡς δὲ καὶ πολλοὶ τῶν δικαίων εὐαγγελιζόμενοι καὶ προφητεύοντες καὶ τὸν ἐν ἀναστάσει πρωτότοκον ἐκ τῶν νεκρῶν <**>, ὁ δὲ καὶ τὴν τριήμερον ὑπὸ γῆν ὑπομόνην ἐνέσχετο, ἵνα ὅλον καὶ πᾶν σώσῃ τὸ τῶν ἀνθρώπων γένος, τὸ πρὸ νόμου, <τὸ διὰ νόμου,> τὸ δι' ἑαυτοῦ.

58.2 Τάχα δὲ καὶ ἵνα ὁλόκληρον ἐξαναστήσῃ τὸ ζῶον, ψυχὴν καὶ πνεῦμα καὶ

σῶμα, διὰ τοῦτο καὶ τριημερεύει. 59.1 Ἀναστάντα δὲ αὐτὸν πρῶτον ὁρῶσιν αἱ γυναῖκες· ὡς γὰρ πρώτη τὴν

ἁμαρτίαν τὴν ἐν κόσμῳ ἤγαγε γυνή, οὕτω καὶ πρώτη τῷ κόσμῳ ζωὴν ἐπαγγέλλει. 59.2 ∆ιὸ καὶ ἀκούουσι τὴν ἱερὰν φωνήν· "Γυναῖκες χαίρετε", ἵνα ἡ πρώτη λύπη διὰ τῆς χαρᾶς τῆς ἀναστάσεως καταποθῇ.

60.1 Ἐπιμείνας δὲ πρὸς ὀλίγον καὶ τὴν ἱερὰν αὐτοῦ ἀνάστασιν βεβαιώσας

δίδωσιν εἰς πίστιν ἀναστάσεως καὶ τοῖς ἀπιστοῦσι, ἵνα αὐτοῦ ἡ ἐκ νεκρῶν ἀνάστασις πιστευθῇ μετὰ σώματος. Ὡς δὲ ὅλην τὴν εἰκόνα ἐν ἑαυτῷ φέρων ἐνεδύσατο καὶ τὸν παλαιὸν ἄνθρωπον ἀναστολησάμενος μετέθηκεν εἰς τὸν ἐπουράνιον ἄνθρωπον, τότε συνανέβαινεν αὐτῷ καὶ ἡ εἰκὼν συγκεκραμένη εἰς τοὺς οὐρανούς.

61.2 Βλέπουσαι δὲ αἱ δυνάμεις τὸ μέγα μυστήριον, συναναβαίνοντα ἤδη

ἄνθρωπον [ἐν] θεῷ, ἐγκελευόμεναι ἐβόων μετὰ χαρᾶς ταῖς ἄνω στρατιαῖς· "Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης". Αἱ δὲ ὁρῶσαι τὸ καινὸν θαῦμα, ἄνθρωπον συγκεκραμένον Θεῷ, ἀντιβοῶσι καὶ λέγουσι· "Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;" Αἱ δὲ πάλιν ἐρωτηθεῖσαι ἀνταπεκρίναντο· "Κύριος τῶν δυνά-μεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης, ἰσχυρὸς καὶ κραταῖος καὶ δυνατὸς ἐν πολέμῳ".

62.1 Ὢ τῆς χορηγίας τῆς μυστικῆς, ὢ τῆς πνευματικῆς ἑορτῆς. Ὦ πάσχα θεῖον

ἀπ' οὐρανῶν ὁδεῦσαν μέχρι γῆς καὶ ἀπὸ γῆς πάλιν ἀναβαῖνον εἰς οὐρανούς. 62.2 Ὦ κοινὸν τῶν ὅλων ἑόρτασμα, κοσμικὸν πανηγύρισμα, ὦ τοῦ παντὸς χαρὰ καὶ τιμὴ καὶ τροφὴ καὶ τρυφή, δι' ἧς ὁ μὲν σκοτεινὸς θάνατος κατελύθη, ἡ δὲ ζωὴ τοῖς ὅλοις ἐφηπλώθη, καὶ ἀνεῴχθησαν πύλαι οὐρανῶν, καὶ Θεὸς ἄνθρωπος ἐφάνη καὶ ἄνθρωπος Θεὸς ἀνέβη, δι' ὃν ἐρράγησαν ᾅδου πύλαι καὶ κλεῖθρα ἐλύθησαν ἀδαμάντινα, καὶ ὁ μὲν κάτω δῆμος ἀνέστη τῶν νεκρῶν εὐαγγελιζόμενος, τοῖς <δὲ> ἄνω πληρώμασιν ἀπὸ γῆς ἀπεδόθη χορός. 62.3 Ὦ πάσχα θεῖον, Θεὸν ἐξ οὐρανῶν οὐ στεναγωγῆσαν καὶ νῦν πνευματικῶς συνάψαν, δι' ὃν μέγας νυμφὼν τῶν ἐπληρώθη, καὶ πάντες φέρουσι τὰς στολὰς τὰς νυμφικάς, ἐκβάλλεται δὲ οὐδεὶς ὡς οὐκ ἔχων τὴν στολὴν τὴν γαμικήν. 62.4 Ὦ πάσχα, καινῆς λαμπαδουχίας τὸ φώτισμα, παρθενικῆς δᾳδουχίας ἀγλάϊσμα, δι' ὃν οὐκέτι σβέννυνται τῶν ψυχῶν αἱ λαμπάδες, ἐνθέως δὴ καὶ πνευματικῶς ἐν πᾶσι τῆς χάριτος δᾳδουχεῖται τὸ πῦρ, σώματι καὶ πνεύματι, καὶ ἐλαίῳ Χριστοῦ χορηγούμενον.

63.1 Σὲ δὲ δὴ παρακαλοῦμεν, Θεὲ δέσποτα πνευματικῶς αἰώνιε καὶ δέσποτα

βασιλεῦ Χριστέ, ὑπερέχε σου τὰς χεῖρας τὰς μεγάλας ἐπὶ τὴν ἱεράν σου ἐκκλησίαν