1

 2

 3

 4

 5

 6

 7

4

τραγῳδίαν ἐκεῖνα τὰ δεινὰ, καὶ ὅτι πόλεμος οὐδεὶς οὐδέποτε τοιοῦτος ἔθνος κατέλαβε. Ταῦτα λέγω, οὐχ ἵνα ὑμᾶς λυπήσω, ἀλλ' ἵνα ὑμᾶς ἀσφαλίσωμαι, καὶ μὴ ψυχαγωγήσας ὑμᾶς περιττὰ, παρασκευάσω χαλεπώτερα ὑπομεῖναι. ∆ιὰ τί γὰρ, εἰπέ μοι, ἀξιοῖς κολάζεσθαι ἁμαρτάνων; οὐχὶ προεῖπέ σοι ἅπαντα; οὐχὶ ἠπείλησεν; οὐχὶ ἐφόβησεν; οὐχὶ μυρία εἰργάσατο ὑπὲρ τῆς σωτηρίας τῆς σῆς; οὐχὶ λουτρὸν παλιγγενεσίας ἐδωρήσατο, καὶ τὰ πρότερα πάντα ἀφῆκεν; οὐχὶ μετὰ τὴν ἄφεσιν ταύτην καὶ τὸ λουτρὸν, καὶ τὴν ἐκ τῆς μετανοίας βοήθειαν πάλιν ἁμαρτάνοντί σοι δέδωκεν; οὐχὶ εὔκολόν σοι ἐποίησε τὴν ὁδὸν καὶ μετὰ ταῦτα τῆς τῶν ἁμαρτημάτων ἀφέσεως;

Ἄκουε τοίνυν καὶ οἷα ἐπέταξεν. Ἐὰν ἀφῇς τῷ πλησίον, ἀφίημί σοι κἀγὼ, φησί. Ποίαν τοῦτο δυσκολίαν ἔχει; Κρίνατε ὀρφανὸν, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε, καὶ διαλεχθῶμεν, φησὶ, καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Ποῖον τοῦτο ἔχει μόχθον; Λέγε σὺ, φησὶ, τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Τίνα τοῦτο δυσκολίαν ἔχει; Τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι. Ποῖος τοῦτο ἱδρώς; Εἶπεν ὁ τελώνης, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ κατῆλθε δεδικαιωμένος. Ποῖος πόνος μιμήσασθαι τὸν τελώνην· Ἀλλ' οὐ βούλῃ πεισθῆναι οὐδὲ μετὰ τὰς τοσαύτας ἀπο 59.624 δείξεις, ὅτι κόλασίς ἐστι καὶ τιμωρία; Οὐκοῦν οὐδὲ τὸν διάβολον εἴποις ἂν κολάζεσθαι. Πορεύεσθε γὰρ, φησὶν, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Εἰ γὰρ γέεννα οὐκ ἔστιν, οὐδὲ ἐκεῖνος κολάζεται· δῆλον ὅτι καὶ ἡμεῖς οἱ τὰ τούτου ἔργα ἐπιτελοῦντες [οὐ] κολασθησόμεθα· καὶ γὰρ καὶ ἡμεῖς παρηκούσαμεν, εἰ καὶ μὴ ἐπὶ τοῖς αὐτοῖς. Πῶς δὲ οὐ δέδοικας, ἄνθρωπε, τολμηρὰ φθεγγόμενος, ὅταν λέγῃς, ὅτι Φιλάνθρωπός ἐστιν ὁ Θεὸς, καὶ οὐ κολάζει; Καὶ ἐὰν κολάσῃ, εὑρίσκεται κατὰ σὲ οὐκ ἔτι φιλάνθρωπος ὤν; Ὁρᾷς εἰς οἷα ῥήματα ὑμᾶς ὁ διάβολος ἄγει; Τί δέ; οἱ τὰ ὄρη κατειληφότες μοναχοὶ, καὶ μυρίαν ἄσκησιν ἐπιδειξάμενοι ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ἆρα ἀστεφάνωτοι ἀπελεύσονται; Εἰ γὰρ οἱ πονηροὶ μὴ κολάζονται, μηδὲ ἔστι μηδενὸς ἀντίδοσις, ἐρεῖ πάλιν ἄλλος ἴσως, ὅτι οὔτε οἱ ἀγαθοὶ στεφανοῦνται. Οὐχὶ, φησίν· ἀλλὰ τοῦτο τῷ Θεῷ πρέπον ἐστὶ, τὸ βασιλείαν μόνην εἶναι παρ' αὐτῷ, καὶ μὴ γέενναν. Οὐκοῦν ὁ πόρνος καὶ ὁ μοιχὸς καὶ ὁ μυρία κακὰ ἐργασάμενος τῶν αὐτῶν ἀπολαύσεται τῷ σωφροσύνην καὶ ἁγιωσύνην καὶ ἐγκράτειαν καὶ πᾶσαν ἀγγελικὴν πολιτείαν ἐπιδειξαμένῳ; Εἰ δὲ μὴ ἔστι γέεννα, ἀνάστασις δὲ πάντως ἔσται, καὶ οἱ πονηροὶ τῶν αὐτῶν ἀγαθῶν τεύξονται τοῖς δικαίοις. Καὶ τίς ἂν τοῦτο εἴποι καὶ τῶν σφόδρα ἐξεστηκότων ἀνθρώπων; μᾶλλον δὲ τίς ἂν τοῦτο εἴποι δαίμων; Ἀλλὰ καὶ αὐτοὶ οἱ δαίμονες γέενναν ὁμολογοῦσιν εἶναι· διὸ καὶ ἐβόων λέγοντες, Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Πῶς οὖν οὐ δέδοικας καὶ φρίττεις, ἄνθρωπε, τῶν δαιμόνων ὁμολογούντων αὐτὸς ἀρνούμενος; πῶς οὐ συνορᾷς τὸν διδάσκαλον τῶν πονηρῶν τούτων δογμάτων; Ὁ γὰρ τὸν ἐξ ἀρχῆς ἀπατήσας ἄνθρωπον, καὶ προτάσει μειζόνων ἐλπίδων, καὶ τῶν ἐν χερσὶν ἐκβαλὼν αὐτὸν ἀγαθῶν, οὗτός ἐστιν ὁ καὶ νῦν ταῦτα ὑποβάλλων λέγειν τε καὶ νοεῖν· καὶ διὰ τοῦτο πείθει τινὰς ὑποπτεύειν μὴ εἶναι γέενναν, ἵνα ἐμβάλῃ εἰς γέενναν. Καὶ γὰρ ὁ Θεὸς ἀπεναντίας ἀπειλεῖ γέενναν, καὶ ἡτοίμασε γέενναν, ἵνα ἡμεῖς μαθόντες, οὕτως εὐσεβῶς βιώσωμεν, τοῦ μὴ ἐμπεσεῖν εἰς γέενναν. Καίτοι γε εἰ γεέννης οὔσης ὁ διάβολός σε ταῦτα ἀναπείθει, πῶς ἂν, μὴ οὔσης ὡμολόγησαν οἱ δαίμονες, οἷς περισπούδαστόν ἐστι μηδὲν τοιοῦτον ὑποπτεύειν ἡμᾶς, ἵνα τῇ ἀδείᾳ γενόμενοι ῥᾳθυμότεροι, μετ' αὐτῶν εἰς τὸ πῦρ ἐκεῖνο ἐμπέσωμεν; Καὶ πῶς, φησὶ, τότε ὡμολόγουν οἱ δαίμονες; Τὴν ἀνάγκην οὐ φέροντες τὴν ἐπικειμένην αὐτοῖς. Ἅπερ οὖν ἐννοοῦντες ἅπαντα, παυέσθωσαν καὶ ἑαυτοὺς καὶ ἑτέρους ἀπατῶντες οἱ ταῦτα λέγοντες. Ὁ Θεὸς γὰρ, φησὶν, ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά. Πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς