1

 2

 3

 4

 5

 6

 7

6

σοι περὶ τούτου μέλει; Τὸ γὰρ ζητούμενον ἐστὶ δεῖξαι, ὅτι ἔστιν· ὅπου δὲ ταμιεύεται, καὶ ἐν ποίῳ χωρίῳ, μὴ ζήτει. Τινὲς μὲν γὰρ μυθολογοῦντές φασιν, ὅτι ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφάτ ἐστιν ἡ γέεννα, ὃ περὶ πολέμου τινὸς εἴρηται παρελθόντος. Καὶ γὰρ ἐν τῇ κοιλάδι Ἰωσαφὰτ κρίσει δικαίᾳ τιμωρῶν τοὺς ἐναντίους ἄρδην ἀπώλεσεν, ὧν ἐπὶ ἑπταετῆ χρόνον ἤρκεσεν εἰς καῦσιν τὰ ὅπλα τοῖς τὴν Ἱερουσαλὴμ κατοικοῦσι. Καὶ νῦν τοῦτο εἰς τὴν γέενναν ἕλκουσιν· ἡ δὲ Γραφὴ οὐ τοῦτό φησι. Καὶ ἐν ποίῳ τόπῳ, φησὶν, ἔσται; Ἔξω που, ὡς ἔγωγε οἶμαι, τοῦ κόσμου παντὸς τούτου. Καθάπερ γὰρ τῶν βασιλέων τὰ δεσμωτήρια καὶ τὰ μέταλλα πόῤῥω διέστηκεν, οὕτω καὶ τῆς οἰκουμένης ταύτης ἔξω πού ἐστιν ἡ γέεννα. Μὴ ζητῶμεν τοίνυν ποῦ ἐστιν, ἀλλὰ πῶς ἂν αὐτὴν φύγωμεν, μηδὲ ἐπειδὴ πάντας ἐνταῦθα οὐ κολάζει ὁ Θεὸς, διὰ τοῦτο ἀπιστῶμεν τοῖς μέλλουσι· φιλάνθρωπος γάρ ἐστι, καὶ μακροθυμεῖ· καὶ διὰ τοῦτο τέως ἀπειλεῖ, καὶ οὐκ εὐθέως κολάζει· Οὐ γὰρ θέλω, φησὶ, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Εἰ δὲ μή ἐστι θάνατος ἁμαρτωλοῦ, περιττὸν τὸ εἰρημένον.

εʹ. Καὶ οἶδα μὲν, ὅτι οὐδὲν ἀηδέστερον τούτων ὑμῖν τῶν λόγων· ἀλλ' ἐμοὶ τούτων οὐδέν ἐστιν ἡδύτερον. Εἴθε 59.626 γὰρ ἦν ἀεὶ καὶ διὰ παντὸς περὶ γεέννης διαλέγεσθαι ἡμᾶς, καὶ ἀριστοποιουμένους, καὶ δειπνοῦντας, καὶ λουομένους! οὐδὲ γὰρ ἂν ἠλγήσαμεν τοῖς ἐνταῦθα δεινοῖς, οὐκ ἂν ἥσθημεν τοῖς χρηστοῖς. Τί γάρ μοι καὶ εἰπεῖν ἔχεις δεινόν; πενίαν, νόσον, αἰχμαλωσίαν, πήρωσιν σώματος; Ἀλλὰ πάντα ταῦτα γέλως εἰσὶ πρὸς τὴν ἐκεῖ κόλασιν. Κἂν τοὺς δι' ὅλου βασανιζομένους λιμῷ λέγῃς· κἂν τοὺς ἐκ πρώτης ἡλικίας πεπηρωμένους καὶ προσαιτοῦντας, τρυφὴ ταῦτά εἰσι πρὸς ἐκεῖνα τὰ κακά. Συνεχῶς τοίνυν, ἀγαπητοὶ, στρέφωμεν τοὺς περὶ τούτων λόγους, καὶ ἐν διανοίᾳ, καὶ ἐπὶ γλώττης· οὐ γὰρ ἀφίησιν ἐμπεσεῖν εἰς γέενναν τὸ μεμνῆσθαι γεέννης. Οὐκ ἀκούεις Παύλου λέγοντος, Οἵτινες δίκην τίσουσιν αἰώνιον ἀπὸ προσώπου Κυρίου; Οὐκ ἀκούεις οἷος ὁ Νέρων ἐγένετο, ὃν καὶ μυστήριον τοῦ Ἀντιχρίστου καλεῖ ὁ Παῦλος; Τὸ γὰρ μυστήριον, φησὶν, ἤδη ἐνεργεῖται τῆς ἀνομίας. Τί οὖν; οὐδὲν πείσεται ὁ Νέρων ὁ Πέτρον καὶ Παῦλον τιμωρήσας; οὐδὲν πείσεται ὁ Ἀντίχριστος, οὐδὲν ὁ διάβολος; Οὐκοῦν ὁ Ἀντίχριστος καὶ ὁ διάβολος οὐκ ἀποστήσονταί ποτε τῆς κακίας, μὴ κολαζόμενοι. Ναὶ, φησίν· ἀλλ' ὅτι μὲν ἔστι κόλασις καὶ γέεννα, παντί που δῆλον· οἱ δὲ ἄπιστοι ἐμπεσοῦνται μόνοι. Τίνος ἕνεκεν, εἰπέ μοι; Ὅτι, φησὶν, οἱ πιστοὶ τὸν ∆εσπότην ἐπέγνωσαν τὸν ἑαυτῶν. Καὶ τί τοῦτο; ὅταν γὰρ ὁ βίος ἀκάθαρτος ᾖ, μείζονα καὶ διὰ τοῦτο δώσουσι δίκην τῶν ἀπίστων· Ὅσοι γὰρ, φησὶν, ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται· καὶ, Ὁ οἰκέτης ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλά. Εἰ δὲ οὐκ ἔστι βίου δοῦναι δίκην, ἀλλ' ἁπλῶς ταῦτα εἴρηται, οὐδὲ ὁ διάβολος τιμωρηθήσεται. Καὶ γὰρ τὸν Θεὸν οἶδε, καὶ ἀνθρώπων μᾶλλον πολλῷ· καὶ οἱ δαίμονες δὲ πάντες καὶ ἴσασιν αὐτὸν, καὶ φρίττουσι, καὶ κριτὴν αὐτὸν ὁμολογοῦσιν. Εἰ τοίνυν βίου οὐκ ἔστι δοῦναι λόγον, οὐδὲ πονηρῶν πράξεων, διαφεύξονται καὶ οὗτοι. Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· μὴ ἑαυτοὺς ἀπατᾶτε, ἀγαπητοί. Εἰ γὰρ μὴ ἔστι γέεννα, πῶς κρίνουσι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ οἱ ἀπόστολοι; πῶς φησιν ὁ Παῦλος· Οὐκ οἴδατε, ὅτι ἀγγέλους κρινοῦμεν; μήτοιγε βιωτικά; πῶς δὲ πάλιν ὁ Χριστὸς ἔλεγεν· Ἄνδρες Νινευῗται ἀναστήσονται ἐν τῇ κρίσει, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην; καὶ, Ἀνεκτότερον ἔσται τῇ γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως; Τί τοίνυν παίζεις ἐν οὐ παικτοῖς πράγμασι; τί ἀπατᾷς σεαυτὸν, καὶ παραλογίζῃ τὴν ψυχήν σου, ἄνθρωπε; τί δὲ καὶ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ ἀντιμάχῃ; ∆ιὰ γὰρ τοῦτο καὶ ἡτοίμασε τὴν γέενναν, καὶ ἠπείλησεν, ἵνα μὴ ἐμπέσωμεν ἐν αὐτῇ, τῷ φόβῳ βελτίους γενόμενοι. Ὥστε ὁ τὸν περὶ τούτων ἀναιρῶν λόγον οὐδὲν ἕτερον λανθάνει ποιῶν ἢ εἰς αὐτὴν τὴν γέενναν ἑαυτὸν ὠθεῖ, καὶ ἐμβάλλει διὰ τῆς ἀπάτης ταύτης. Μὴ τοίνυν ἐκλύσῃς τὰς χεῖρας τῶν ὑπὲρ ἀρετῆς