1

 2

 3

 4

 5

 6

 7

7

πονούντων, μηδὲ ἐπιτείνῃς τὴν ῥᾳθυμίαν τῶν καθευδόντων. Εἰ γὰρ πεισθεῖεν οἱ πολλοὶ, ὅτι γέεννα οὐκ ἔστι, πότε ἀποστήσονται τῆς κακίας; ποῦ δὲ τὸ δίκαιον φανεῖται; Οὐ λέγω ἐπὶ ἁμαρτωλῶν καὶ δικαίων, ἀλλ' ἐπὶ ἁμαρτωλῶν καὶ ἁμαρτωλῶν. ∆ιὰ τοῦτο ὁ μὲν ἐκολάσθη ἐνταῦθα, ὁ δὲ οὐκ ἐκολάσθη τὰ αὐτὰ ἁμαρτάνων, ἢ καὶ χαλεπώτερα πολλῷ. Εἰ γὰρ οὐκ ἔστι γέεννα, οὐδὲν ὑπὲρ τούτων ἀπολογήσασθαι δυνήσεται τοῖς ἐγκαλοῦσι. ∆ιὸ παρακαλῶ πάντας ὑμᾶς παυσαμένους τοῦ γέλωτος τούτου τοῦ σατανικοῦ, ἐπιστομίζειν τοὺς ὑπὲρ τούτων ὑμῖν ἀντιλέγοντας. Καὶ γὰρ καὶ τῶν σμικροτάτων ἐν τοῖς ἁμαρτήμασι καὶ ἐν τοῖς κατορθώμασιν ἀκριβὴς ἔσται ἡ ἐξέτασις. Καὶ γὰρ καὶ ὀφθαλμῶν ἀκολάστων δώσομεν δίκην, καὶ ῥήματος ἀργοῦ, καὶ γέλωτος ἀτάκτου, καὶ λοιδορίας ἁπλῶς, καὶ ἐνθυμήσεως κακῆς, καὶ μέθης εὐθύνας ὑφέξομεν· ὡς πάλιν ἐν τοῖς ἀγαθοῖς καὶ ποτηρίου ψυχροῦ ληψόμεθα μισθὸν, καὶ λόγου ἀγαθοῦ, καὶ στεναγμοῦ μόνου. ∆ὸς γὰρ, φησὶ, τὸ σημεῖον ἐπὶ πρόσωπον τῶν στεναζόντων καὶ κατοδυνωμένων. Πῶς οὖν τολμᾷς εἰπεῖν, ὅτι μετὰ τοσαύτης ἀκριβείας ἐξετάζων τὰ ἡμέτερα ὁ Θεὸς ἁπλῶς καὶ εἰκῆ τὴν γέενναν ἠπείλησε; Μὴ, παρακαλῶ, μὴ, δέομαι ὑμῶν, μὴ ταῖς κεναῖς ταύταις ἐλπίσιν ἑαυτοὺς ἀπολέσητε καὶ τοὺς πειθομένους ὑμῖν. Εἰ γὰρ τοῖς ἡμετέροις λόγοις ἀπιστεῖτε, ἐξετάσατε Ἰουδαίους, 59.627 Ἕλληνας, αἱρετικοὺς ἅπαντας, καὶ πάντες ὡς ἐξ ἑνὸς στόματος ἀποκριθήσονται, ὅτι κρίσις ἔσται καὶ ἀνταπόδοσις. Ἀλλ' οὐκ ἀρκοῦσιν οἱ ἄνθρωποι; Ἐρώτησον καὶ τοὺς δαίμονας αὐτοὺς, καὶ ἀκούσῃ λεγόντων αὐτῶν· Τί ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; καὶ ἅπαντα ταῦτα συναγαγόντες, πείσατε ἑαυτοὺς μὴ μάτην λαλεῖν· 59.628 ἵνα μὴ διὰ τῆς πείρας μάθητε τὴν γέενναν, ἀλλ' ἐντεῦθεν σωφρονισθέντες τὰς βασάνους ἐκείνας δυνήσησθε ἐκφυγεῖν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.