1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

2

κατεσκεύασε τὸν βίον, ἐχαρίσατό τινα καὶ παραμυθίαν. Ἐντεῦθεν ἡμῖν ἀγάπης ἐστὶν ὑπέκκαυμα τῆς τὰ πάντα συνεχούσης. Πολλὰ γὰρ ἐσπούδασεν ὁ Θεὸς καὶ ἐπρα γματεύσατο, ὥστε τὸν τοῦ γάμου σύνδεσμον ἀῤῥαγῆ μένειν. Καὶ μὴν τοῦτο, φησὶ, γέγονε πρόσκομμα παρὰ τὴν ἀρχήν. Ἰδόντες γὰρ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν Ἑβραίων [l. ἀνθρώπων], ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς. Οὐχὶ τοῦτο γέγονε πρόσκομμα, ἀλλ' ἡ ἀκρασία ἐκείνων. Καλὰς αὐτὰς ἐποίησεν, οὐχ ἵνα ἀναιδεῖς αἱ θυγατέρες γένωνται, ἀλλ' ἵνα ἕκαστος στέργῃ τὴν ἑαυτοῦ. Καὶ συνιέντας, φησὶν, ἐν πάσῃ σοφίᾳ· τουτέστι, σπουδαίους, δεκτι κοὺς πρὸς πᾶσαν σοφίαν· τοῦ διδάξαι αὐτοὺς γράμ ματα καὶ γλῶσσαν Χαλδαίων. Ὁ μὲν οὖν Μωϋσῆς ἰδιώτης ὢν, ὡς βασιλεὺς ἐτράφη· οὗτοι δὲ ἐκ γένους ὄντες βασιλικοῦ, ἐν τάξει δούλων δεσποτικῶν ἀνετρέ φοντο. Καλῶς προοικονομεῖται αὐτοὺς μαθεῖν γράμ ματα καὶ γλῶσσαν Χαλδαίων, ἵν' ὅταν μέλλῃ τῷ βα σιλεῖ διαλέγεσθαι ∆ανιὴλ περὶ τῶν μεγάλων ἐκείνων, μηδεὶς μεταξὺ παρεμπεσὼν κακουργῇ τι τῶν λεγομέ νων. Τίνος δὲ ἕνεκεν καὶ τοῦτο γίνεται; Ἵνα μάθῃς αὐτοῦ τὴν φιλοσοφίαν, καὶ ἴδῃς εὐθέως ἐξ ἀρχῆς πῶς κρείττων ἐστὶ γαστρός. Καὶ μὴν ἕτερος εἶπεν ἂν, Αἰχμάλωτός εἰμι, οὐδαμόθεν ἔχω τὴν ἀναγκαίαν τρο φὴν, συγγνώσεται πάντως ὁ Θεός. Ἀλλ' οὐχ οὕτως οὗτος· οὐ γὰρ μισθῷ τινι καὶ φόβῳ μόνον, ἀλλὰ καὶ ἀγάπῃ ἐδούλευε τῷ Θεῷ, πολλῆς ἀπολαύων ἐπιμε λείας, καὶ ὁ χρόνος οὐ βραχύς. Ἔτη τρία ἐφιλοσό φουν, τὰ τρία ἔτη ἐνήστευον. Ὁρᾷς σύνεσιν; Ἔνθα μὲν ἐχρῆν φυλάξασθαι, σφόδρα ἀκριβὴς, καὶ προνοη τικὸς, καὶ οὐχ ἁπλῶς ἐπιῤῥίπτων ἑαυτὸν, ἀλλ' ἱκε τεύων καὶ δεόμενος· ἔνθα δὲ οὐδὲν ἔβλαπτεν, οὐ παρῃτήσατο μαθεῖν γλῶτταν βαρβαρικὴν καὶ σοφίαν τοιαύτην. Οὐ γὰρ δὴ τὸ μαθεῖν ἔγκλημα ἦν, ἀλλὰ τὸ χρήσασθαι. Οὕτω μάλιστα ἔμαθεν ἂν τὴν σοφίαν τὴν παρ' ἑαυτῷ· ἀπὸ συγκρίσεως πάλιν, ἵνα μάθῃ ὅτι οὐκ ἔστι σοφία ἑτέρα οἵα ἡ Ἑβραίων, ἵνα ἰσχυρό 56.196 τερος εἴη. Καὶ μὴν εἰ καὶ παράνομον ἦν, καὶ ἐνταῦθα ἔστη ἂν καὶ ἠγωνίσατο. Εἶδες ὅτι τούτου αἱ ἀρεταὶ, ὅθεν οἱ γαστρίμαργοι, ὅθεν οἱ σκόρδα προτιμῶντες τοῦ μάννα; Ἐντεῦθεν ὁ ∆ανιὴλ ὢν φιλόσοφος ἐφάνη. Καὶ ἐγένοντο ἐν αὐτοῖς ἐκ τῶν υἱῶν Ἰούδα, ∆α νιὴλ, καὶ Ἀνανίας, καὶ Ἀζαρίας, καὶ Μισαήl. Καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα, τῷ μὲν ∆ανιὴλ Βαλτάσαρ, καὶ τῷ Ἀνανίᾳ Σεδρὰχ, καὶ τῷ Ἀζαρίᾳ Ἀβδεναγὼν [σξρ. Ἀβδεναγὼ], καὶτῷ Μισαὴλ Μισάχ. Τῷ ∆ανιὴλ, φησὶ, Βαλτάσαρ ἐπέθηκεν ὄνομα. Καὶ ὁ θεὸς αὐτῶν οὕτως ἐλέγετο, μᾶλλον δὲ ὁ υἱὸς τοῦ βασιλέως οὕτως ἐλέγετο. Ἐτόλ μησε κἂν οὖν τὸν αἰχμάλωτον οὕτω καλέσαι; Μάλιστα μὲν οὖν ἐτόλμησεν ἄν· πλὴν οὐκ ἔστι τὸ αὐτὸ ὄνομα, ἀλλὰ πολλὴ ἡ διαφορὰ, ὥσπερ ἐπὶ τοῦ Ἰωσὴφ, προσεκύνησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ. Καὶ τί μέγα τὸ ὄνομα τοῦτο κληθῆναι αὐτόν; οὐχ ὁρῶμεν καὶ νῦν τοῖς τῶν βασιλέων ὀνόμασιν ἰδιώτας καλουμένους πολλούς; Ἀλλ' οὐκ ἐν τοῖς βασιλείοις, φησί. Τίνος δὲ ἕνεκεν ἡ τῶν ὀνομάτων μεταβολὴ γίνεται; Ὅρα πάντοθεν οἰκονομούμενα τὰ πράγματα. Οὐ πρῶτον ὁρᾷ τὸ ἐνύπνιον, ἕως τοῦ πληρωθῆναι τὰ τρία ἔτη. Ὁρᾷς ὅτι Θεὸς οἰκονομεῖ; Τίνος οὖν ἕνεκεν; Ἵνα πλείονος παῤῥησίας ἀπολαύσῃ. Καὶ μὴν σαφέστερον ἐθαυμάσθη ἂν, καὶ ἐφάνη, εἴποι τις ἂν, εἰ πρὸ τῶν τριῶν ἐτῶν εἶδε τὸ ἐνύπνιον. Ἀλλ' οὐκ ἂν ἦλθε καὶ κατ' αὐτῶν τὸ δόγμα, ἄλλως δὲ οὐδ' ἐπιστεύθη ὁ ∆ανιήl. ∆ιὰ τοῦτο ἐν τοῖς μικροῖς καὶ ἐλάττοσι λαμ βάνει πεῖραν τῆς εὐνοίας τοῦ Θεοῦ τῆς περὶ αὐτοὺς ὁ εὐνοῦχος, ἵν' ὅταν ὑπὲρ τῶν μειζόνων ἀξιῶσιν αὐ τὸν, μὴ διαπιστήσας διαπτύῃ, καὶ ἵνα μάθωσι καλῶς διαλέγεσθαι, ἵνα πλείονες παῤῥησίας ἀπολαύσωσιν. Οὐχ ὁρᾷς ἀπὸ τοῦ ∆αυῒδ τοῦτο γενόμενον; πῶς διηπίστησεν αὐτῷ ὁ βασιλεὺς ἐπαγγελλομένῳ ἀλλό φυλον αἱρήσειν, ἀπὸ τῆς ἡλικίας κρίνων τὰ πρά γματα; Ὅρα λοιπὸν τῆς ὁδοῦ τὴν αἰτίαν τοῦτον μα θόντα. Τῶν βαρβάρων ἔμαθον ἀκριβῶς Μωϋσῆς καὶ ∆ανιήl. Ἵνα γὰρ μὴ ἀγνοίᾳ δοκῶσι προτιμᾷν τὰ οἰκεῖα τῶν ἀλλοτρίων, τούτου χάριν ἀφίησιν αὐτοὺς μετέχειν κἀκείνων, ἵν' ὅταν ἴδῃς, μᾶλλον δ' ἀκούσῃς Μωϋσέως λέγοντος, ὅτι Οὐκ ἔστι σοφία