1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

6

αὐτῷ ἀπεκα λύφθη, ἀλλ' ἔτι ἐν ὁράματι· προγυμνάζεται γὰρ ὁ προφήτης. Ὅρα δὲ αὐτοῦ τὴν παῤῥησίαν. Τίς ἡ γνώ μη, φησὶ, ἡ ἀναιδὴς αὕτη; Ἔμοιγε δοκεῖ καὶ πρὸ τῆς εὑρήσεως κεκωλυκέναι τὸν ἀρχιμάγειρον τῆς σφαγῆς, τῷ τε κατηγορῆσαι τῆς ἐγχειρήσεως, τῷ τε ὑποσχέσθαι λύσιν εὑρεῖν τοῦ δεινοῦ. Τί οὖν ἀπεκα λύφθη τῷ ∆ανιήλ; Ἔστι γὰρ καὶ ἐν ἁγίοις ὑπεροχή· διὸ καὶ αὐτὸς προτιμᾶται. Καὶ πῶς εἶδεν; Ἐν ὁρά ματι, φησὶ, οὐ κατὰ ἀνθρωπίνην σοφίαν. Καὶ καλῶς μυστήριον αὐτὸ καλεῖ, ὃ πᾶσιν ἠγνόητο. Καὶ εὐλό γησε τὸν Θεὸν τοῦ οὐρανοῦ. Τὸν παντοκράτορά φησι· τουτέστι, τὸν καὶ ἐκεῖ ἐν τῇ βαρβάρων χώρᾳ δυνά μενον. Οὐδαμοῦ θυσία, καὶ ναὸς, καὶ θυσιαστήριον, ἀλλὰ προαίρεσις ἀγαθή· καὶ πάντα ἠνύετο. Ὅρα, μετὰ τὸ λαβεῖν τὴν αἴτησιν, οὐ πρότερον ἔδραμεν ἐπὶ τὴν αὐλὴν τοῦ βασιλέως, ἕως οὗ τῷ δεδωκότι χά ριν ὡμολόγησε τὴν μεγίστην· οὐ καθάπερ ἡμεῖς 56.202 πολλάκις ὑπὸ τῆς χαρᾶς τῶν κατορθουμένων καὶ ἐπιλανθανόμεθα τῆς εὐγνωμοσύνης. Ἀλλ' οὗτος οὐχ οὕτως· ἀλλὰ εὐλόγησε τὸν Θεὸν, καὶ εἶπεν· Εἴη τὸ ὄνομα τοῦ Θεοῦ εὐλογημένον ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος. Ἡμεῖς μὲν γὰρ, φησὶ, πρόσκαιροι καὶ ὀλιγοχρόνιοι, οὐ μὴ ὑπὲρ τοῦ χρόνου τούτου τὴν εὐλογίαν ἀναπέμπομεν, ἀλλ' ὑπὲρ παντός· οὐχ ὑπὲρ οὗ ζῶμεν, ἀλλὰ καὶ ὑπὲρ τούτου μὲν, καὶ ὑπὲρ τοῦ πρὸ τούτου, καὶ ὑπὲρ τοῦ μέλλοντος. Ἀεὶ αὐτὸν εὐλογεῖσθαι χρὴ, καὶ φαίνοντα καὶ μὴ φαίνοντα. ∆ιὰ παντὸς γὰρ ἡ πρόνοια αὐτοῦ τέταται. Ὅρα πῶς διὰ τῆς εὐχαριστίας ἐμφαίνει καὶ τὴν γνῶσιν τῶν ὀνειράτων. Ὅτι ἡ σοφία, καὶ ἡ σύνεσις, καὶ ἡ ἰσχὺς αὐτοῦ ἐστι· τουτέστι, τὸ εἰδέναι τὰ πάντα, καὶ προγινώσκειν. Ἐνταῦθα γὰρ τοῦτό φησι· αὐτὸς οἶδε τὰ πάντα, οὐδὲν ἀγνοεῖ. Τί οὖν; Τοῦτο μόνον; πρόγνωσιν ἔχει μόνον; Καὶ οὐκ εἶπεν, ἔχει, ἀλλ', Αὐτοῦ ἐστι, τὸ φυσικὸν ἡμῖν ἀγαθὸν παραστῆσαι βουλόμενος, ὅτι ἐκ φύσεως ταῦτα αὐτῷ πρόσεστιν. Τί οὖν; πρόοιδε μόνον, οὐχὶ δὲ καὶ ποιεῖ; Ναὶ, καὶ ποιεῖ. Ἀλλοιοῖ και ροὺς καὶ χρόνους. Οὐχὶ τὰς τροπὰς λέγων, ἀλλὰ τὰς τῶν πραγμάτων μεταβολάς. Καθιστᾷ βασιλεῖς, καὶ μεθιστᾷ. Ὅτι μεταβολὰς ἐργάζεται. Ἆρ' οὖν τοῦτο μόνον, ὅτι πρόοιδε καὶ ποιεῖ; οὐχὶ καὶ ἄλλο μέγιστον, ὅτι καὶ ἑτέροις μεταδίδωσι τούτου τοῦ εἰδέναι; ∆ιδοὺς σοφίαν τοῖς σοφοῖς· οὐχὶ πρὸ τούτου οὖσι σοφοῖς, ἀλλὰ τοῖς λαβεῖν. Εἴ τις σοφὸς μὴ παρ' ἐκείνου τὴν σοφίαν ἔχει, οὐ σοφός. Μὴ νομίσατε τέχνην εἶναι τῆς Χαλδαϊκῆς. Καὶ φρόνησιν, φησὶ, τοῖς αἰτοῦσι σύν εσιν. Εἶτα ἴδωμεν πότερον ἐξ ἐπιστήμης αὐτῷ προσ γέγονεν, ἢ κατὰ φύσιν. Καὶ γὰρ καὶ τοῦτο λέγει· Αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα· οὐκ εἶπεν, εὑρίσκει, ἀλλὰ, Ἀποκαλύπτει ἑτέροις βαθέα ἡμῖν ὄντα καὶ ἀπόκρυφα, τὰ ἐκ μακροῦ τοῦ χρόνου ἀφεστῶτα καὶ κεκρυμμένα. Γινώσκων τὰ ἐν τῷ σκότει· καὶ τὸ φῶς μετ' αὐτοῦ ἐστιν. Ὅρα τί φησι. Ὥσπερ ὁ ∆αυῒδ λέγει· Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Τὸ πολὺ τῆς γνώσεως λέ γει, ἤτοι κἂν ἄδηλα ᾖ, αὐτῷ σκότος οὐκ ἔστιν, ἢ ὅτι φῶς αὐτῶν ἐστι. Πῶς γινώσκει τὰ ἐν τῷ σκότει; Ὡσανεὶ φῶς ἔχων μεθ' ἑαυτοῦ. Μετ' αὐτοῦ ἐστιν ἀεί. Ἀνθρωπίνως λέγει. Ὥσπερ οὐδέν ἐστιν ἐν σκότει τῷ λύχνον ἅπτοντι, οὕτως οὐδὲ τῷ Θεῷ· μᾶλλον δὲ, εἴ τι πλέον, ὥσπερ τῷ τὸ φῶς ἔχοντι ἐν ὀφθαλμοῖς, τῷ ἀεὶ περιφέροντι αὐτὸ φῶς ἐστι. Σοὶ, ὁ Θεὸς πατέρων μου, φησὶ, ἐξομολογοῦμαι, καὶ αἰνῶ, ὅτι σοφίαν καὶ σύνεσιν ἔδωκάς μοι. Εὐκαίρως τῶν πατέρων ἐμνή σθη νῦν, δι' ἐκείνων αὐτὸν δυσωπῆσαι βουλόμενος, καθάπερ εἴ τίς τινα ἐραστὴν σφοδρὸν τῶν ἐρω μένων ἀναμνήσειεν. Ἐξομολογοῦμαι, φησὶ, εὐχα ριστῶ, καὶ αἰνῶ, ὅτι σοφίαν καὶ σύνεσιν ἔδω κάς μοι. Τὴν προτέραν φησί. Καὶ νῦν ἐγνώρισάς μοι ἃ ἠξιώσαμεν παρὰ σοῦ. Ἴσως εἰκὸς αὐτὸν 56.203 καὶ ἄλλα ἀξιῶσαι, ὥστε καὶ τὴν σύγκρισιν αὐτῷ γνωρίσαι. Ὅτι τὸ ὅραμα τοῦ βασιλέως, φησὶ, ἐγνώρισάς μοι. Καὶ εὐθέως ἦλθε ∆ανιὴλ πρὸς Ἀριὼχ, ὃν κατέστησε, φησὶ, ὁ βασιλεὺς ἀπολέ σαι τοὺς σοφοὺς Βαβυλῶνος, καὶ εἶπεν αὐτῷ· Τοὺς σοφοὺς Βαβυλῶνος μὴ ἀπολέσῃς· εἰσάγαγε δέ με ἐνώπιον τοῦ βασιλέως, καὶ ἀπαγγελῶ τῷ βασιλεῖ τὴν σύγκρισιν τοῦ ὁράματος. Ἔδραμε πρὸς αὐτὸν καί φησι· Τοὺς σοφοὺς Βαβυλῶνος μὴ ἀπολέσῃς. Τίς ἂν ἐφρόντισεν ἐκείνων;