1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

10

λοιπόν. Ὥσπερ γὰρ ἐπὶ τοῦ Νῶε, τῆς κακίας ἐπιταθείσης, γέγονεν ὁ κατακλυσμός· οὕτω καὶ νῦν. Καὶ καθάπερ σῶμα κάμνον, ὅταν πρὸς τρυφὴν ἔλθῃ, τότε ἀπόλλυται· οὕτω καὶ ὁ κόσμος. Εἰ γὰρ ὅταν ὦσι πέντε δίκαιοι ἐν πόλει, φείδεται τῆς πόλεως, πολλῷ μᾶλλον καὶ ἐπὶ τοῦ κόσμου, ὅταν ὦσι καὶ κατὰ ἀναλογίαν. Καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγενήθη εἰς ὄρος μέγα, καὶ ἐπλήρωσεν πᾶσαν τὴν γῆν. Λίθος, φησὶν, ἔπεσεν ἐξ ὄρους. Ὅρα πότε. Οὐχ ἡνίκα ἡ χρυσῆ, οὐδὲ ἡ ἀργυρᾶ, οὐδὲ ἡ χαλκῆ, ἀλλὰ ἡνίκα ὁ σίδηρος ἐφάνη, Ἔπεσεν ἀπὸ ὄρους, φησί· τὸ ὑψη λὸν ἐμφαίνων, Ἀπὸ ὄρους, εἶπεν. Ἀλλ' ἔμπροσθεν τοῦ βασιλέως ἔδειξεν, ὅτι περὶ τῶν ἀνθρωπίνων πραγμάτων ἐστίν. Ὁ δὲ λίθος ἀπὸ ὄρους ἔπεσε, φησί. Τὸ ἑκούσιον δείκνυσι, καὶ ὡς οὐκ ἀναγκασθείς· οὐ γὰρ εἶπεν, ἐῤῥίφη, ἀλλ', Ἔπεσεν ἀπὸ τοῦ ὄρους· καὶ τὸ ἀπροσδόκητον, καὶ μηδενὸς εἰδότος. Καὶ ἐτμήθη ἄνευ χειρῶν. Τὴν κατὰ σάρκα γέννησιν αἰνίττεται. Εἶδεν ὄρος λέγειν καὶ γυναῖκας, ὡς ὅταν λέγῃ· Ἐκ τοῦ βοθύνου οὗ ὠρύχθητε. Καὶ πολλαχοῦ δὲ λίθος λέγεται διὰ τὸ ἑδραῖον. Ἐφ' ὃ δ' ἂν πέσῃ, λικμήσει αὐτὸν, φησὶ, ὥσπερ κονιορτὸν ἀπὸ ἅλωνος θερινῆς· τὸ ἀνυπόστατον ἐνταῦθα δη λῶν. Καὶ ἐξῆρεν αὐτὰ πλῆθος τοῦ πνεύματος, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς. Οὕτω γὰρ λύονται αἱ βα σιλεῖαι ὡς μηδὲ γενόμεναι. Καὶ ἐγένετο ὁ λίθος εἰς ὅρος μέγα. Τὰ ἀποστολικὰ ῥήματα τὴν οἰκουμένην ἐπλήρωσεν ἅπασαν. Ποτὲ μὲν οὖν ὄρος ὁ λίθος, ποτὲ δὲ ἀκρογωνιαῖος, ποτὲ δὲ θεμέλιος, ἵνα μάθῃς ὅτι τὰ πάντα πληροῖ. ∆ιὰ τοῦτο ὄρος, ὅτι τὰ πάντα συνέχει· διὰ τοῦτο ἀκρογωνιαῖος, ὅτι τὰ πάντα ἐν αὐτῷ συν έστηκε. ∆ιὰ τοῦτο θεμέλιος, καὶ ῥίζα ἀμπέλου. Ἐγὼ γάρ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Τοῦτό ἐστι τὸ ἐνύπνιον, φησὶ, καὶ τὴν σύγκρισιν αὐτοῦ ἐροῦ μεν ἐνώπιον τοῦ βασιλέως. Σὺ βασιλεὺς βασι λέων. Σοὶ ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν ἐν παντὶ τόπῳ, ὅπου κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων· θηρία τε ἀγροῦ, καὶ πετεινὰ οὐρανοῦ ἔδωκεν ἐν τῇ χειρί σου, καὶ κατέστησέν σε κύριον πάντων. Ὅτε ἐπ εδείξατο τοῦ Θεοῦ τὴν ἰσχὺν, τότε μετὰ παῤῥησίας αὐτῷ καὶ τὸ κήρυγμα κηρύττει. Καὶ ὅρα μετὰ κολα κείας ὅσης ἐνίησι τὸν λόγον, καὶ μετὰ τιμῆς. Σὺ 56.208 βασιλεὺς, φησὶ, βασιλέων. Σοὶ ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδω κεν ἐν παντὶ τόπῳ, ὅπου κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων· θηρία τε ἀγροῦ, καὶ πετεινὰ τοῦ οὐ ρανοῦ ἔδωκεν ἐν τῇ χειρί σου. Οὐ τῶν συγγενῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ τῆς ἐρήμου, καὶ τῶν ὑπὲρ κεφαλῆς ἄρχεις. Ὅρα πῶς ἐνεδείξατο τοῦ Θεοῦ τὴν δωρεὰν ἐκείνην τὴν ἐν ἀρχῇ γενομένην· Καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ· ἵνα μάθῃς ὅτι καὶ τῆς ἐρήμου δημιουργὸς αὐτὸς, ὅτι καὶ θηρίων ποιητὴς, οὐχὶ τῶν ἡμέρων μό νον. Καὶ ἐν παντὶ τόπῳ, ὅπου κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων, σοὶ ἔδωκε τὴν βασιλείαν ὁ Θεὸς τοῦ οὐρανοῦ. Οὐκέτι φησί· Ἔστι Θεὸς ἐν οὐρανῷ. Ὅρα πῶς κατὰ μικρὸν εἰσάγει τὸ δόγμα. Πρῶτον εἶπεν, ὅτι ἐκεῖ οἰκεῖ, ἵνα μὴ περὶ τὴν γῆν αὐτὸν φαντασθῇ. Ἐπειδὴ δὲ ἐδέξατο τὸ δόγμα ἐκεῖνο, πάλιν αὐτὸν ἀφίστησι, καὶ τοῦτο δεικνὺς, ὅτι δημιουργός ἐστιν αὐτοῦ τοῦ οὐρανοῦ, καὶ ∆εσπότης καὶ Κύριος, οὐχὶ τόπον αὐτὸν ἔχων, ἀλλ' ἔργον αὐτοῦ τοῦτο. Εἰ γὰρ τοῦ οὐρανοῦ Κύριος, δύναται δοῦναί σοι τὴν γῆν. Αὐτὸς ἔλαβε τὸν οὐρανὸν, καὶ σοὶ τὴν γῆν ἔδω κεν. Ὅπερ γάρ ἐστιν ἐκεῖνος ἐκεῖ, τοῦτο σὺ ἐπὶ τῆς γῆς, πάντων ἀνώτερος, πάντων ἄρχων, πάντων κε φαλή. Καὶ τῶν ἐπὶ τῆς γῆς σοι πλέον ἔδωκεν, κεφα λήν σε ποιήσας, καὶ χρυσῆν δείξας σου τὴν βασιλείαν, χρυσίου καθαροῦ. Σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ. Καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα ἥττων σου, ἥ ἐστιν ἄργυρος· καὶ βασιλεία τρίτη, ἥ ἐστιν ὁ χαλκὸς, ἣ κυριεύει (l. κυριεύσει) πάσης τῆς γῆς. Τοιαύτη γὰρ ἡ Μακεδόνων ἐγένετο. Καὶ βασιλεία τετάρτη, ἥτις ἐστὶν ἰσχυρὰ ὡς ὁ σίδηρος. Ὃν τρόπον γὰρ λεπτύνει ὁ σίδηρος καὶ δαμάζει πάντα, οὕτω πάντα λεπτυνεῖ καὶ δαμάσει. Καὶ τετάρτη, φησὶν, ἡ Ῥωμαίων. Οὐ λέγει δὲ τὰ ὀνόματα. Τίνος ἕνεκεν; ἢ (f. μή) γὰρ ἂν σαφέστερον τὸν λόγον ἐποίησεν, ὥστε μὴ πολλοὺς ἀφανίσαι τὰ βιβλία.