1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

11

Καὶ ὅτι εἶδες τοὺς πόδας, καὶ τοὺς δακτύλους, μέρος μέν τι ὀστράκινον, μέρος δέ τι σιδηροῦν, βασιλεία διῃρημένη ἔσται, καὶ ἀπὸ τῆς ῥίζης τῆς σιδηρᾶς ἔσται ἐν αὐτῇ, ὃν τρόπον εἶδες τὸν σί δηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ τῷ πηλίνῳ. Καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδη ροῦν, μέρος δέ τι ὀστράκινον, μέρος τῆς βασι λείας ἔσται ἰσχυρὸν, καὶ ἀπ' αὐτῆς ἔσται συν τριβόμενον. Καὶ ὅτι εἶδες τὸν σίδηρον ἀναμεμιγμέ νον τῷ ὀστράκῳ τῷ πηλίνῳ, συμμιγεῖς ἔσονται ἐν σπέρματι τῶν ἀνθρώπων, καὶ οὐκ ἔσονται προσ κολλώμενοι, καθὼς ὁ σίδηρος οὐκ ἀναμίγνυται μετὰ τοῦ ὀστράκου. Πότε τοῦτο ἐπὶ Ῥωμαίων γέ γονεν; Ὁρᾷς καὶ βασιλείας γενομένας τοιαύτας; Οὐχὶ ἀπὸ βασιλικοῦ γένους ἅπαντας, ἄλλως δὲ καὶ ἀπίστους (l. ἀπίστως) πολλοὺς διακειμένους. Καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται· καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται· λεπτυνεῖ καὶ λικμή σει πάσας τὰς βασιλείας· καὶ αὐτὴ ἀναστήσεται 56.209 εἰς τοὺς αἰῶνας. Ἄγε μοι τοὺς Ἰουδαίους ἐνταῦθα. Τί ἂν εἴποιεν περὶ τῆς προφητείας ταύτης; Οὐ γὰρ δή που περὶ ἀνθρωπίνης ταῦτα θέμις εἰπεῖν, ὅτι ἄπειρος ἔσται ἡ βασιλεία, ἀλλ' εἰκὸς εἶναί τινα, περὶ οὗ ταῦτα λέλεκται. Εἰ δὲ λέγοις, περὶ τοῦ Πατρὸς εἰρῆσθαι, ἀλλ' ἄκουε τί φησι· Ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων, τῶν Ῥωμαίων δηλονότι. Ἄλλως δὲ εἰ λέγοιεν, Καὶ πῶς τὸν χρυσὸν συνέτριψε, τὴν Βαβυλωνίων βασιλείαν πάλαι κατασκευασθεῖσαν; πῶς δὲ τὸν ἄργυρον, τὴν Περσῶν; πῶς δὲ τὸν χαλκὸν, τὴν Μακεδόνων; ταῦτα γὰρ πάλαι ἐγένετο, καὶ τέλος ἔλαβεν. Ἀλλὰ μὴ θαυμάσῃς, ἀγαπητέ. Εἰ γὰρ ὁ Παῦλος οὐκ ἐτόλμησε φανερῶς εἰπεῖν, ἀλλ', Ἕως οὗ ὁ κατ έχων, φησὶ, ἐκ μέσου γένηται· πολλῷ μᾶλλον ὁ προφήτης. Τί γὰρ ὄφελος, εἰπέ μοι, ἀπὸ τοῦ φανερῶς εἰπεῖν ἐγίνετο; Εἰ δὲ λέγοιεν, Πῶς συνέτριψε τὸν χαλκὸν, τὸν σίδηρον; τοῦτο κοινὸν ἔσται τὸ ζήτημα; καὶ γὰρ ἐπ' αὐτῶν ὁμοίως διαπορήσεται, πῶς τὰς ἤδη σβεσθείσας βασιλείας καθαιρεῖ; Ἀλλὰ τὸ καθαι ρεῖν ἑτέρας, ἐν αἷς αἱ τοιαῦταί εἰσιν, εἰκότως ἐμποιεῖ. Ἄλλως δὲ λανθανόντως τοῦτο εἰργάζετο, καὶ πρὸ τούτου Θεὸς ὢν, καὶ οὐ τότε φανεὶς, ὥστε εἰκότως ἀμφισβητοῖτε. Εἰ δὲ βούλοιτό τις καὶ ἐν τῷ παρόντι καιρῷ λαμβάνειν τὴν προφητείαν, οὐκ ἂν ἁμαρτήσε ται. Καὶ γὰρ καὶ νῦν συνέτριψε τὰς βασιλείας, τὸν τῦφον Μακεδόνων τὸ κῦρος. Ὅταν γὰρ ἴδῃς μάρτυρας, ἵνα τὸ πρόσταγμα ἐκείνου πληρωθῇ, τοῦτο ποιοῦντας, καὶ πολλῷ μᾶλλον τὸν θάνατον ὑπομένον τας, ὄψει αὐτοῦ τὴν βασιλείαν, καὶ πῶς τὴν γῆν ἐν έπλησεν. Εἶδες προφητείας. Εἰ μὴ ἐξέβη τὰ ἐπ' ἐκεί νων, μηδὲ τῇ συντελείᾳ πίστευε. Εἶτα ἐπάγει· Ὃν τρόπον εἶδες, ὅτι ἀπὸ ὄρους ἐτμήθη λίθος ἄνευ χειρῶν, καὶ ἐλέπτυνε τὸ ὄστρακον, τὸν σίδηρον, τὸν χαλκὸν, τὸν ἄργυρον, τὸν χρυσὸν, ὁ Θεὸς ἐγνώρισε τῷ βασιλεῖ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα. Καὶ ἀληθινὸν τὸ ἐνύπνιον, καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ. Ὅρα πῶς πιστοῦται τὰ λεχθέντα, ἀπὸ τῶν φανερῶν τὰ ἀφανῆ, τὸ μονονουχὶ λέγων, εἰπὼν τὸ ἐνύπνιον, ἐπίστευσε (l. πίστευε) τῇ συγκρίσει. Τί οὖν ὁ βασιλεύς; Τότε, φησὶν, ὁ βασιλεὺς Ναβουχοδονό σορ ἔπεσεν ἐπὶ πρόσωπόν σου (l. αὐτοῦ), καὶ τῷ ∆ανιὴλ προσεκύνησεν, καὶ μάννα καὶ εὐωδίαν εἶπεν σπεῖσαι αὐτῷ. Εὐθέως οὕτως ἐπιστεύθη. Καὶ εἰκότως εἶπε, μάννα καὶ εὐωδίαν σπεῖσαι αὐτῷ. Εἶδες θαῦμα μέγιστον. Εἶδες πῶς ἔθος τοῖς Ἕλλησιν ἀπὸ ἀνθρώπων θεοὺς ποιεῖν. Ὥστε ὅταν λέγωσι, Πόθεν ἡ εἰδωλολατρεία; μάνθανε τὴν ἀρχήν. Οὕτω καὶ τοὺς ἀποστόλους ἐξ ἀνθρώπων ἐποίουν θεούς. Οὕτω καὶ ὁ διάβολος ἐφιλονείκησε παρὰ τὴν ἀρχὴν τὴν ἀσέβειαν εἰσαγαγεῖν, λέγων· Ἔσεσθε ὡς θεοί. Καὶ ἐπειδὴ τότε οὐκ ἴσχυσεν, ὕστερον ἐπιχειρεῖ, πανταχοῦ φιλο νεικῶν τὴν πολυθεΐαν εἰσαγαγεῖν. Καὶ ἀποκριθεὶς ὁ 56.210 βασιλεὺς εἶπεν τῷ ∆ανιήλ· Ἐπ' ἀληθείας οἶδα ὅτι ὁ Θεὸς ὑμῶν αὐτός ἐστι Θεὸς ζῶν, καὶ Κύριος τῶν βασιλέων. Ἀπὸ τούτου μόνου οὕτως εὐθέως ἐπίστευσεν, οἱ δὲ Ἰουδαῖοι μυρία τοιαῦτα ἀκούοντες οὐ προσεῖχον. Ὁρᾷς πῶς σοι δείκνυσι τῶν ἐθνῶν εὐγνωμοσύνην; Ἐπειδὴ γὰρ ὁ καιρὸς παρεγένετο λοιπὸν, καθ' ὃν ἔδει τὸ κήρυγμα εἰς ἐκείνους