1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

13

τὸ πῦρ, τὸ τοὺς ἔξω κατακαῦσαν· καὶ τοῦτο πῦρ, κἀκεῖνο τὸ πῦρ· καὶ ταῦτα σώματα, κἀκεῖνα τὰ σώματα· καὶ τῶν μὲν ἥψατο, τῶν δὲ ἀπέσχετο. Εἶδες ὅσον ἀγαθὸν προαίρεσις καλλίστη; ἐθαύμασας αὐτῶν τὴν προαί ρεσιν; Θαύμασον τοῦ ∆εσπότου τὴν εὔνοιαν, καὶ τὴν τιμὴν, ἣν εἰς αὐτοὺς ἐπεδείξατο. Τοὺς δοξάζοντάς με δοξάσω, φησί. Εἱστήκει τὸ θέατρον ἅπαν. Ὑπὲρ τὴν φύσιν ἐφθέγξαντο, ὑπὲρ τὴν φύσιν αὐτοὺς τιμᾷ. Ὅρα τὰ τοῦ ∆εσπότου δυναμένους τοὺς οἰκέτας. Τί θαυμάζεις, εἰ βασιλέως καταγελῶσιν, ὅταν αὐτοὺς τὰ στοιχεῖα αἰδῆται καὶ θαυμάζῃ; Ἐκκλησία γέ γονεν ἡ κάμινος. αὐτῷ ἐῴκει τῷ οὐρανῷ. Ἐνταῦθα ἤδη τῆς ἀφθαρσίας πεῖραν ἔλαβον. Ἐπεὶ καὶ παρὰ τὴν ἀρχὴν παθητὰ τὰ σώματα ἡμῶν ἡ ἁμαρτία πε ποίηκεν· ὅταν γοῦν τὰ δίκαια πράττῃ, πάλιν ἀπαθῆ γίνεται. Καὶ περιεπάτουν, φησί. Ἀλλ' ἴδωμεν τί φθέγγονται· τῆς μυστικῆς ἀκούσωμεν φωνῆς μεθ' ἡσυ χίας πολλῆς. Εἶδες ἄτακτον φωνὴν καὶ συγκεχυμένην τῆς σαμβύκης, καὶ τοῦ ψαλτηρίου, καὶ τῆς μουσικῆς; Ἄκουσον φωνῆς ἀπὸ πυρός. Οὐ θαυμαστὸν ἐδόκει σοι τὸ φωνὴν ἀπὸ πυρὸς φέρεσθαι Θεοῦ; Ἰδοὺ καὶ τοῖς δούλοις αὐτοῦ τοῦτο ἐχαρίσατο. Ποῖος ἀὴρ πληττόμε νος τὴν φωνὴν ἀπετέλει; Οὐχὶ τοῦτο ἀεὶ τοῖς μέλ λουσι κατακαίεσθαι παραινοῦσι, διανοίγειν τὰ στό ματα, ὡς οὐδὲ μικρὸν δυναμένης τῆς δυνάμεως ἐν απομεῖναι τῷ σώματι λοιπόν; Ὅρα συμφωνίαν μουσι κὴν, ὥσπερ ἐξ ἑνὸς στόματος πάντας ὑμνοῦντας. Καὶ συστὰς Ἀζαρίας προσηύξατο οὕτως· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐν μέσῳ τοῦ πυρὸς εἶπεν. Ἵνα μὴ νομίσῃς, ὅτι ὑπὲρ τῶν παρόντων εὐχαριστοῦσι μό νον, ὑπὲρ τῆς αἰχμαλωσίας, καὶ τῶν δεινῶν ἐκείνων τῶν συμβεβηκότων αὐτοῖς παρακαλοῦσι τὸν Θεόν. Ὅρα πῶς ἄρχονται. Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν πα τέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ὁ δὲ ἄγγελος Κυρίου συγκατέβη τοῖς περὶ τὸν Ἀζαρίαν εἰς τὴν κάμινον, καὶ ἐξετίναξε τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμί 56.212 νου, καὶ ἐποίησε τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα δρόσου διασυρίζον· καὶ οὐχ ἥψατο αὐτῶν τὸ καθ όλου τὸ πῦρ, καὶ οὐκ ἐλύπησεν αὐτοὺς, καὶ οὐ παρηνώχλησεν. Οὕτως οὐκ αὐτομάτως ταῦτα ἐγένετο. Καὶ οὐ μόνον οὐ κατεκαύθησαν, ἀλλ' οὐδὲ παρηνώχλησεν αὐτοὺς τὸ πῦρ, οὐδὲ ἐλύπησεν, οὐδὲ τὸ τυχὸν οἷον, οὐδὲ θέρμην ᾔσθοντο. ∆ιὰ τοῦτο δὲ καὶ ἐπὶ τοσοῦτον ἡ φλὸξ ἀνῆλθεν, ὥστε καὶ τοῖς ἔξωθεν φαίνεσθαι. Καὶ ἡ ἐμβαλλομένη δὲ ὕλη ἱκανὴ ἦ αὐτοὺς πιστώσασθαι, καὶ τὸ μὴ δια λείπειν, καὶ τὸ ἐπὶ πολὺ φαίνεσθαι καιομένην, καὶ πάντων ἔμπροσθεν τοῦτο γενέσθαι. Καὶ Ναβουχοδο νόσορ ἤκουσεν ὑμνούντων αὐτῶν, καὶ ἐθαύμασε, καὶ ἐξανέστη ἐν σπουδῇ, καὶ εἶπε τοῖς μεγιστᾶσιν αὐτοῦ. Αὐτὸ δὲ τοῦτο ἐπῆλθε πόθεν τῷ Ναβουχοδο νόσορ ἀκοῦσαι; Ἄρα πάντα τὸν χρόνον παρεκάθητο. ∆ιὰ γὰρ τοῦτο εὐθέως οὐκ εἴασεν αὐτὸν ἀκοῦσαι, ἵνα καὶ ὁ χρόνος αὐτὸς μαρτυρήσῃ τῷ γενομένῳ, ὅτι καὶ πολὺν διατρίψαντες χρόνον, οὐδὲν ἔπαθον δεινόν. Οὐχὶ ἄνδρας τρεῖς ἐνεβάλομεν εἰς μέσον τοῦ πυρὸς πε πεδημένους; Καὶ ἀποκριθέντες λέγουσι τῷ βασι λεῖ· Ἀληθῶς, βασιλεῦ. Καὶ εἶπεν ὁ βασιλεύς· Ὧδε ἐγὼ ὁρῶ ἄνδρας τέσσαρας λελυμένους, καὶ περιπατοῦντας ἐν μέσῳ τοῦ πυρός· καὶ διαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς· καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ τοῦ Θεοῦ. Ἀπὸ τῆς θύρας εἶδεν τὰς ὄψεις. Τότε προσῆλθε Ναβουχοδονόσορ πρὸς τὴν θύραν τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ εἶπεν· Σεδρὰχ, Μισὰχ, Ἀβδεναγὼ, οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε, καὶ δεῦτε ὧδε. Καὶ ἐξῆλ θον Σεδρὰχ, Μισὰχ, Ἀβδεναγὼ ἐκ μέσου τοῦ πυ ρός. ∆ιὰ τί δ' οὐ πρότερον ἐξῆλθον ἕως ἐκάλεσεν αὐ τούς; Καὶ καλῶς πρότερον ἐρωτᾷ τοὺς ἄρχοντας, ἵνα τῇ ἀποκρίσει προκατασχεθέντες μηδὲν ἐναντίον ἀπο κρίνωνται, μηδὲ ὑπὸ τοῦ καιροῦ συναρπαγῶσιν. Ὥσ περ τῷ Μωϋσεῖ ἔλεγεν ὁ Θεός· Τί τοῦτο ἐν τῇ χειρί σου; οὕτω καὶ τούτους Ναβουχοδονόσορ προκατα λαμβάνει τῇ ἐρωτήσει. Ἰδοὺ, φησὶν, ὁρῶ ἄνδρας τέσσαρας λελυμένους, καὶ περιπατοῦντας ἐν μέσῳ τοῦ πυρός· καὶ διαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς· καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ Θεοῦ. Πολὺ κάλλος ἴσως ἐνέφαινε. Πόθεν οἶδας, ὦ