1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

17

δώσει αὐτήν. Καὶ ὅτι εἶπεν· Ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου· ἡ βασιλεία σου σοὶ μενεῖ, ἀφ' ἧς ἂν γνῷς τὴν ἐξουσίαν τὴν οὐράνιον. Τί οὖν φησι; πῶς ἔσται ἡ λύσις τοῦ δεινοῦ; ∆ιὰ τοῦτο, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι, καὶ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων. Ἴσως ἔσται μακροθυμία τοῖς παραπτώμασί σου. Τί λέγεις, Ἴσως ἔσται; καὶ τοῦ φαρμάκου τὴν ἰσχὺν ὑπό τινα ἀμφιβολίαν καθιστᾷς; Οὐ διὰ τοῦτο εἶπον, Ἴσως, οὐκ ἀμφιβάλ λων, μὴ γένοιτο, ἀλλ' ἐκείνῳ τὸν φόβον ἐπιτεῖναι βουλόμενος, ὡς πάσης θεραπείας καὶ πάσης συγγνώ μης ἀνώτερα αὐτοῦ ἡμαρτηκότος. Εἰ γὰρ καὶ μετὰ τὸ οὕτω λεχθῆναι ἐπέμεινε τῇ μανίᾳ, πολλῷ μᾶλλον εἰ μὴ μετὰ ἀμφιβολίας ἐῤῥέθη. Καὶ γὰρ καὶ ἀλλαχοῦ τοῦτο βούλεται, διὰ τοῦ προφήτου λέγων· Ἐὰν ἀπο πλύνῃς ἐν νίτρῳ, κεκηλίδωσαι ἐναντίον μου, λέγει Κύριος. Καὶ πάλιν· Εἰ ἀλλάξει Αἰθίοψ τὸ δέρμα, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς. Ὥσπερ οὖν ἐκεῖ ἀποκλείει τὴν μετάνοιαν, οὐχ ἵνα ἀποκλείσῃ, ἀλλ' ἵνα μᾶλλον φοβήσῃ· οὕτω καὶ ἐνταῦθα βουλόμε νος δεῖξαι τὸ μέγεθος τῶν ἡμαρτημένων, εἶπεν, Ἴσως. Τίνος δὲ ἕνεκεν οὐκ εἶπε· Ταπεινοφρόνησον, ἐπίγνωθι τὸν Θεόν; Εἰ γὰρ διὰ τοῦτο ταῦτα πάσχει, καθὼς καὶ αὐτός φησι, τίνος ἕνεκεν ἕτερα παραινεῖς; Εἶπεν, Ἵνα γνῶσιν ὅτι κυριεύει ὁ Ὕψιστος τῆςβασιλείας τῶν ἀνθρώπων. Τί οὖν; ἵνα ἕτεροι σω φρονισθῶσιν, ἐγὼ κολάζομαι; Οὐχὶ, ἀλλ' ἐν μὲν τῷ ὀνείρῳ, ἅτε μὴ βουλόμενος ἐμφῆναι τὸ σαφὲς, εἶπεν, 56.218 Ἵνα γνῶσιν οἱ ζῶντες· ὁ δὲ ∆ανιήλ φησι, Ἕως οὗ σὺ γνῷς, ὅτι κυριεύει ὁ Ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ δώσει αὐτήν. Εἶδες πῶς ἐνταῦθα περὶ ταπεινοφροσύνης διελέχθη; Ἀλλ' ἐν μὲν τῷ ὀνείρῳ, φησὶ, τοῦτο τὸ φάρμακον· ἐγὼ δὲ καὶ ἕτερον λέγω. Καθάπερ ἐπὶ ἄρχοντος ὀργιζομένου, αὐτὸς μὲν οὐδὲν ἂν εἴποι, τῶν δὲ οἰκείων τις τῶν ἐκείνου προσελθὼν τῷ ὑπευθύνῳ λέγοι· Τὸ ποίησον, καὶ τό· δὸς χρήματα, καὶ πολλά κις, δυνάμεθα ἐξαρπάσαι σε τῶν ἐπικειμένων κακῶν. Ἔτι τοῦ λόγου ἐν στόματι βασιλέως ὄντος, φωνὴ ἀπὸ τοῦ οὐρανοῦ ἐγένετο· Σοὶ λέγεται, Ναβουχο δονόσορ βασιλεῦ· ἡ βασιλεία σου παρῆλθεν ἀπὸ σοῦ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐκδιώξουσί σε, καὶ μετὰ θηρίων ἀγρίων ἡ κατοικία σου, καὶ χόρ τον ὡς βοῦν ψωμιοῦσί σε· καὶ ἑπτὰ καιροὶ ἀλλα γήσονται ἐπὶ σοὶ, ἕως οὗ γνῷς ὅτι κυριεύει ὁ Ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἂν δόξῃ δώσει αὐτήν. Αὐτῇ τῇ ὥρᾳ συνετελέσθη ὁ λόγος ἐπὶ Ναβουχοδονόσορ, καὶ ἀπὸ τῶν ἀνθρώ πων ἐξεδιώχθη, καὶ χόρτον ὡς βοῦς ἤσθιεν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως οὗ αἱ τρίχες αὐτοῦ ὡς λεόντων ἐμε γαλύνθησαν, καὶ οἱ ὄνυχες αὐτοῦ ὡς ὀρνέου. Ὅρα τὴν ἀπόφασιν ἄνωθεν φερομένην πρὸς αὐτὸν τὸν Ναβουχοδονόσορ. Καὶ εἰς τέλος ἐξέβη τὰ πράγμα τα. Ἠγνόησας, φησὶ, τὴν ἀνθρωπίνην εὐγένειαν, κατέπεσας πρὸς θηρίων ἀτιμίαν. Οὐδὲν ἀτιμότερον γένοιτ' ἂν τούτου, οὔτε εἰ πένητα, οὔτε εἰ δεσπότην, οὔτε εἰ ἄλλο τι τοιοῦτον εἰργάσατο αὐτόν. Οὐδαμῶς ἂν αὐτὸν τῆς κατὰ τὴν φύσιν εὐγενείας ἐξέβαλεν, οὐ τὸ σῶμα πρὸς θηρίου φύσιν μεταβαλὼν, ἀλλ' ὃ τῶν ἀλόγων διέστηκε, τοῦτο πρὸς θηριωδίαν μεταστήσας. Πῶς οὖν; Ἵνα καὶ οἱ λοιποὶ μάθωσιν ἀπὸ τῆς τροφῆς, ἀπὸ τῆς ὄψεως. Τί δὲ παιδευόμεθα ἐκ τούτων; Ὅτι τούτων οὐδὲν ἄμεινον διακείμεθα, κἂν μὴ τὰ αὐτὰ γένηται ἐφ' ἡμῶν, ὅταν εἰς ὑπερηφανίαν ἢ τὸ θηριῶδες ἐξολισθήσωμεν πάθος. Πόσοι νῦν κατὰ τὸν Ναβουχοδονόσορ ἐκεῖνον θηρίου διάνοιαν ἔχουσι; Ἄκουσον γοῦν τοῦ Ἰωάννου λέγοντος· Ὄφεις, γεννήματα ἐχιδνῶν· καὶ πάλιν ἑτέρου προφήτου λέγοντος· Ἵπποι θηλυμανεῖς ἐγένοντο· ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζον· καὶ ἑτέρου πάλιν· Κύνες ἐνεοὶ οὐ δυνάμενοι ὑλακτεῖν· καὶ ἀλλαχοῦ πάλιν ἀλώπεκας καλοῦντος, καὶ ἄλλου δράκοντας καὶ βασιλίσκους. Πολλῷ δὲ χεῖρον ἐν ταύτῃ ὄντας τῇ ζωῇ ἐκθηριοῦσθαι, ἢ τὰ τοῦ Ναβουχοδονό 56.219 σορ παθεῖν. Ἐκεῖνος μὲν γὰρ οὐδὲν ἔπασχε δεινὸν εἰς ψυχήν· ἡμεῖς δὲ οὕτω μυρία ἁμαρτήματα συλλέ γοντες, πόσῳ χείρους ἐσμὲν ἤδη, καθὰ λέλεκται. Μετέβαλον δὲ οἱ τῶν ἔξωθεν ἀνθρώπους