1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

21

δὲ τὴν γραφὴν ἀναγνώσομαι τῷ βασιλεῖ, καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσω σοι, βασιλεῦ. Τίνος ἕνεκεν παραιτεῖται; Ἵνα μάθῃς, ὅτι οὐ δι' ἐκεῖνα λέ 56.224 γει. Ὅτι γὰρ οὐκ ὀργιζόμενος ἁπλῶς ταῦτα εἶπεν, Ἐγὼ δὲ, φησὶ, τὴν γραφὴν ἀναγνώσομαι, καὶ τὴν σύγκρισιν αὐτῆς ἀναγγελῶ τῷ βασιλεῖ. Ὁρᾷς αὐτὸν χρημάτων κρείττω; τιμῆς ἀνώτερον; οὐδενὸς δεόμενον τῶν βασιλικῶν; Οὕτω δεῖ τοὺς τὰ Θεοῦ λέ γοντας εἶναι. Ἵνα μὴ νομίσῃ ὅτι ταύτῃ αὐτὸν ἐπ εσπάσατο, ἢ ἀνθρώπινόν τι τῶν λεγομένων ἐστί. Τί οὖν φησι; Ἀφεὶς εἰπεῖν τὴν γραφὴν, συμβουλὴν ἀπο τείνει, ἐξ αὐτῶν τῶν προοιμίων αὐτὸν ἀναμιμνήσκων τῶν τῷ πατρὶ συμβεβηκότων. Ὁ Θεὸς ὁ ὕψιστος τὴν βασιλείαν, καὶ τὴν μεγαλωσύνην, καὶ τὴν τιμὴν, καὶ τὴν δόξαν ἔδωκε Ναβουχοδονόσορ τῷ πατρί σου. Καὶ ἀπὸ τῆς μεγαλωσύνης, ἧς ἔδωκεν αὐτῷ, πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι ἦσαν τρέμοντες, καὶ φοβούμενοι ἀπὸ προσώπου αὐτοῦ. Οὓς ἐβού λετο αὐτὸς ἀνῄρει, καὶ οὓς ἐβούλετο αὐτὸς ἔτυ πτεν, καὶ οὓς ἐβούλετο αὐτὸς ἐταπείνου. Καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ τὸ πνεῦμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπερηφανεύσασθαι, κατηνέχθη ἀπὸ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ, καὶ ἡ τιμὴ αὐτοῦ ἀφῃρέθη ἀπ' αὐτοῦ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη, καὶ ἡ καρδία αὐτοῦ μετὰ τῶν θηρίων ἐδόθη, καὶ μετὰ ὄνων ἀγρίων ἡ κατοικία αὐτοῦ, καὶ χόρτον ὡς βοῦν ἐψώμιζον αὐτὸν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως οὗ ἔγνω ὅτι κυριεύει ὁ Θεὸς ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ δώσει αὐτήν. Εἰ γὰρ ἐκεῖνος, φησὶ, ἀσύγγνωστος, σὺ ὁ μετὰ παράδειγμα τοιοῦτον μὴ σωφρονισθεὶς, τίνος ἄξιος, εἰπέ μοι; Οὐδὲ γὰρ εἰς ἄγνοιαν ἔχεις καταφυγεῖν. Οὐδὲ πάντα ταῦτα ᾔδεις; Τίνα τίνος προτιμᾷς; τοὺς οὐκ ἀκούοντας, οὐδὲ βλέποντας; Καὶ σὺ ὁ υἱὸς αὐτοῦ, Βαλτάσαρ, οὐκ ἐταπείνωσας τὴν καρδίαν σου κατ' ἐνώπιον τοῦ Θεοῦ. Οὐ πάντα ταῦτα ἔγνως; Καὶ ἐπὶ τὸν Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ ὑψώθης, καὶ τὰ σκεύη τοῦ οἴκου αὐτοῦ ἤνεγκας ἐνώπιόν σου· καὶ σὺ, καὶ οἱ μεγιστᾶνές σου, καὶ οἱ παράκοιτοί σου, καὶ αἱ παλλακαί σου ἐπίνετε οἶνον ἐν αὐτοῖς· καὶ τοὺς θεοὺς τοὺς χρυ σοῦς, καὶ ἀργυροῦς, καὶ χαλκοῦς, καὶ σιδηροῦς, καὶ ξυλίνους, καὶ λιθίνους, οἳ οὐ βλέπουσι, καὶ οὐκ ἀκούουσι, καὶ οὐ γινώσκουσιν, ᾔνεσας, καὶ τὸν Θεὸν, οὗ ἡ πνοή σου ἐν χειρὶ αὐτοῦ, καὶ πᾶσαι αἱ ὁδοί σου, αὐτὸν οὐκ ἐδόξασας. ∆ιὰ τοῦτο ἐκ προσώπου αὐτοῦ ἀπεστάλη ἀστράγαλος χειρὸς, καὶ τὴν γραφὴν ταύτην ἐνέταξε. Καὶ αὕτη ἡ γραφὴ ἡ ἐντεταγμένη· Μανὴ, Θεκὲλ, Φαρές· καὶ τοῦτο τὸ σύγκριμα τοῦ ὁράματος. Μανή· ἐμέτρη σεν ὁ Θεὸς τὴν βασιλείαν σου, καὶ ἐπλήρωσεν αὐτήν. Θεκέλ· ἐστάθη ἐν ζυγῷ, καὶ εὑρέθη ὑστε ροῦσα. Φαρές· διῃρέθη ἡ βασιλεία σου, καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις. ∆ιὰ τοῦτο, φησὶ, ἐμέτρησεν ὁ Θεὸς τὴν βασιλείαν σου, καὶ διῃρέθη. Καὶ τοῦτο εἰς τιμωρίαν, τὸ διαιρεθῆναι, καὶ μὴ μένειν αὐτὴν 56.225 ὁλόκληρον. Ὅπερ οὖν καὶ ἐπὶ Σολομῶντος γέγονεν. Οὐ μόνον τὸ μὴ λαβεῖν τὸν υἱὸν, ἀλλὰ καὶ τὸ διαιρε θῆναι. Ὅρα ἀπολογούμενον αὐτῷ τὸν Θεόν· ὅρα αὐτὸν αἴτιον ὄντα· Οὖ ἡ πνοή σου, φησὶ, ἐν χειρὶ αὐτοῦ. Μὴ γὰρ οὐκ ἠδύνατο εὐθέως σε ἀνελεῖν; Ἀλλ' ἐμακροθύμησεν. Τίνα οὐκ ἂν ἐφόβησεν ἡ τιμωρία, καὶ ταῦτα ἐγγὺς οὖσα; Εἶδες τὴν ἐφ' ἑκάτερα δύναμιν; πόθεν ἄξιος εἶ, εἰπέ μοι, συγγνώμης; καὶ σὺ ὁ υἱὸς αὐτοῦ, οὐκ ἔχω εἰπεῖν, ὁ ἔκγονος, οὐ πάντα ταῦτα ἔγνως; Καθάπερ ἐπὶ δικαστηρίου ἡ ἀπόφασις γράφεται, οὗ τος ἑρμηνεύει τὰ λεγόμενα. Πόθεν ἐπῆλθεν αὐτῷ τιμῆσαι τὸν ∆ανιήλ; Ὡς ἐμοὶ δοκεῖ, ὥστε μὴ κατα γνωσθῆναι παρὰ τῶν παρόντων, προσδοκῶν ἴσως εὑ ρεῖν λύσιν διὰ ταῦτα.

ΚΕΦΑL. ΣΤʹ.

Καὶ ὁ βασιλεὺς κατέστησεν αὐτὸν ἐφ' ὅλης τῆς βασιλείας αὐτοῦ. Καὶ οἱ

τακτικοὶ καὶ οἱ σα τράπαι ἐζήτουν πρόφασιν εὑρεῖν κατὰ ∆ανιὴλ ἐκ τῆς βασιλείας. Καὶ πᾶσαν πρόφασιν καὶ παρά πτωμα οὐχ εὗρον κατ' αὐτοῦ, ὅτι πιστὸς ἦν· τουτέστι