1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

26

ἀνταποδόσεως· ὅτι πάντας δεῖ αὐτῷ παραστῆναι· ὅτι Τὸ κρῖμα αὐτοῦ, φησὶ, ὡς φῶς ἐξελεύσεται. Εἶτα Θρόνοι ἐτέθησαν. Οὐ θρόνοι, ἐν οἷς Καθή σεσθε, φησὶ, ἐπὶ δώδεκα θρόνους; Καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν. Τὸ πῦρ οὐδὲν ἀνήλισκεν, ἐπειδὴ γὰρ ἥμερον. Εἶδες ὄψιν καὶ σχῆμα πολιτικὸν καὶ δημαγωγικόν; Ὁ θρόνος ἐφόβει, τῷ πολύπυρος εἶναι· πῦρ οὐχ ἁπλῶς, ἀλλὰ φλέγον. Ἵνα γὰρ μὴ νομίσῃς διὰ τὴν εἰκόνα παραβεβλῆσθαι, προσέθηκεν αὐτοῦ τὴν ἐνέργειαν, εἰπὼν οὐχ ἁπλῶς πῦρ, ἀλλὰ, Πῦρ φλέγον. Ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμ προσθεν αὐτοῦ. Κριτήριον ἐκάθισεν. Τουτέστι, διὰ τοῦτο παρεγένετο, ὥστε κριτήριον καθίσαι. Καὶ βί βλοι ἀνεῴχθησαν. Τί λέγεις; βιβλίων ὁ Θεὸς δεῖται, Ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν; Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν; Ἀλλὰ κατὰ τὸν νόμον τῶν ἀρχόντων τούτων λέγει, ὥσπερ τὰ ὑπομνήματα πράττεται παρ' ἡμῖν. Καθάπερ γὰρ ἐν ταῦθα οὐ διὰ τοῦτο ἀναγινώσκεται, ὥστε μαθεῖν τὸν ἄρχοντα μόνον, ἀλλ' ὥστε φανῆναι δικαίαν οὖσαν τὴν κρίσιν· οὕτω καὶ τότε, εἰ καὶ οἶδε δικαίως δικάζων, ἀλλ' ὅμως ἀνοίγει τὰς βίβλους. Τίνος ἕνεκεν; Τί λέ γεις, καὶ τί θέλεις εἰπεῖν; Τίνος ἕνεκεν οὐ λέγει καὶ τὰς τιμάς; Εἶπεν· Θρόνοι ἐτέθησαν, ἐπεὶ καὶ ὁ Θεὸς ταύτας ὥρισεν· ἐπειδὴ δὲ καὶ οὐκ ἠκούσαμεν, τότε τὴν τιμωρίαν καὶ τὴν κόλασιν. Καὶ οὐχ ἡμῖν πρώτην ταύτην ἀφῆκε φωνήν; Ἀπὸ τότε ἤρξατο, φησὶ, κη ρύσσειν τὴν βασιλείαν τῶν οὐρανῶν. Μηδὲν σωμα τικὸν ὑπολάβῃς, ἀγαπητὲ, μηδὲ ἐμπεριειλῆφθαι θρόνῳ τὸν ἄπειρον Θεὸν νομίσῃς. Εἰ γὰρ Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς· εἰ Τὰ ὄρη ἔστησε ζυγῷ· εἰ Πάντα τὰ ἔθνη ὡς σίελος ἐνώπιον αὐτοῦ ἐλογί σθη, καὶ ὡς κονιορτὸς ἐνώπιον αὐτοῦ τὰ πάντα, ὡς αὐτός φησι· ποῖος τόπος ὅλον ὁμοῦ περιβαλεῖν δυνήσεται; Ἀλλὰ τί; Οὐκ ἔστι τοῦτο, οὐκ ἐναπείλη 56.232 πται θρόνῳ. Εἰ δὲ ἔνδυμα εἶχε, πῶς οὐκ ἀνήλωσεν αὐτὸ τὸ πῦρ; πῶς εἶ δὲ (f. εἴη) Παλαιὸς ἡμερῶν, ὁ [f. ὃς] πρὸ πάντων τῶν αἰώνων ὑπῆρχε; πῶς δὲ καὶ παλαιός; Σὺ γὰρ, φησὶ, ὁ αὐτὸς εἶ. Πῶς οὖν παλαιός; Καὶ τὰ ἔτη σου γὰρ, φησὶ, οὐκ ἐκλείψουσιν. Πῶς δὲ καὶ ἔνδυμα γένοιτ' ἂν περὶ τὸν ἄπειρον καὶ ἀσώματον; Οὐδὲ γὰρ τῆς μεγαλωσύνης αὐτοῦ, φησὶ, ἔστι πέ ρας. Καὶ πάλιν· Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Πῶς οὖν ἱματίῳ περιεγράφετο ἀνθρωπίνῳ, καὶ οὔτε τοῦτο ἀν ήλισκεν; Ἀλλὰ μὴν καὶ ἕτερα πολλὰ ἠδύνατο ἰδεῖν ὁ προφήτης. Πῶς δὲ τρίχες ἐν πυρὶ οὐκ ἀνηλίσκοντο; ∆ιὰ γὰρ τοῦτο ἐπήγαγεν· Ὁ θρόνος αὐτοῦ πῦρ φλέγον. Καὶ βίβλοι ἀνεῴχθησαν. Ὥστε αὐτοκατά κριτον γενέσθαι τὸν κρινόμενον. Ἐθεώρουν τότε ἀπὸ φωνῆς τῶν λόγων τῶν μεγάλων, ὧν τὸ κέρας ἐκεῖνο ἐλάλει. Θεωρῶν ἤμην, ἕως ἀνῃρέθη τὸ θη ρίον, καὶ ἀπώλετο, ἀπὸ τῆς μεγαληγορίας. Καίτοι Ἀλέξανδρος προσεκύνησε τὸν Θεόν. Καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς καῦσιν πυρός. Καὶ τῶν λοιπῶν θηρίων μετεστάθη ἡ ἀρχή· καὶ μακρότης ζωῆς ἐδόθη αὐτοῖς ἕως καιρῶν καὶ καιροῦ. Εἰ καὶ τέλος ἔσχον, ἀλλ' ὅμως τοῦτο ἐγένετο. Καὶ κετεκαύθη τὸ θηρίον, καὶ τὸ σῶμα αὐτοῦ ἐκαύθη. Τὸ παντελῶς ἀνῃρῆσθαι δηλοῖ. Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός· καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν. Τίς ταῦτα ἀγνοεῖ; τίς διαβλέψαι δυνήσεται; μὴ γὰρ Πέτρος ταῦτα λέγει, ὦ Ἰουδαῖε; μὴ γὰρ Παῦλος; Καὶ ἰδοὺ, φησὶ, ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν. Ἰδοὺ καὶ τὸ ὁμότιμον. Ἐνώπιον αὐτοῦ προσηνέχθη αὐτῷ. Ἵνα ὅταν ἴδῃς διδομένην αὐτῷ τὴν βασιλείαν, μὴ ἀνθρωπίνως νομίσῃς εἶναι τὸ δεδόσθαι. Ἀπὸ γὰρ τῶν νεφελῶν τοῦ οὐρανοῦ, φησί· τὰς δὲ νεφέλας ἀντὶ τοῦ οὐρανοῦ παραλαμβάνειν εἴωθεν ἡ Γραφή. Καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ, καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύσουσιν. Ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται· καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. Τί τούτου σαφέστερον; εἰπέ μοι. Καὶ πάντες λαοὶ, φησὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύσουσιν. Ὅρα πῶς ἅπαν τὸ ἔθνος τῆς οἰκουμένης περιέγραψεν. Ὅρα καὶ τὸ