1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

32

τῆς ἐπαγγελίας, παρ' αὐτὴν τῶν ἀγαθῶν τὴν μετάληψιν προφητεύει αὐτοῖς παρόντα τὰ δεινὰ, λέγων· ∆ιαμαρτύρομαι ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν· ἀντίῤῥοπον τῇ διὰ τὴν εὐπραγίαν ἀπαθείᾳ τὴν ἀπὸ τῆς ἀπειλῆς τιμωρίαν τιθείς· οὕτω καὶ οὗτος κατέχει αὐτοὺς ἐν φόβῳ. ∆ιὰ τοῦτο καὶ Ζαχαρίας τὸ πλέον ἐν τούτοις διατρίβει, καὶ σαφέ στερον τὰ αὐτὰ λέγει. Οὐδὲν γὰρ οὕτως ὡς ἀνθρω πίνη φύσις πρὸς εὐπραγίαν καὶ ἄνεσιν ἄχρηστον. Ἔτι ἐμοῦ λαλοῦντος, φησὶ, ἐν τῇ προσευχῇ, ἦλ θεν ὁ ἄγγελος Γαβριὴλ, ὁ συνήθης αὐτῷ, πετώμε νος· καὶ κατέσχε με ὡσεὶ ὥραν θυσίας ἑσπερι νῆς. Ἢ ὥστε μὴ ἔκπληκτον γενέσθαι ἀπὸ τῆς ὄψεως, ἢ ὥστε νοῆσαι τὰ λεγόμενα. Ἐπειδὴ γὰρ οὐκ ἦν αὐτὰ σαφῶς εἰπεῖν διὰ τοὺς λοιποὺς, εἰκότως ἅπτεται. Καὶ συνέτισέ με, φησὶ, καὶ ἐλάλησε μετ' ἐμοῦ, καὶ εἶ πεν· ∆ανιὴλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύν εσιν. Ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν ὁ λό γος· καὶ ἐγὼ ἦλθον τοῦ ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν εἶ σύ. Καὶ ἐννοήθητι ἐν τῷ ῥήματι, καὶ σύνες ἐν τῇ ὀπτασίᾳ. Νόησον, φησὶ, τὰ λεγό μενα. Ὅταν γάρ τις ὑπὲρ ἑτέρων μὲν ἀξιοῖ, ἕτερα δὲ ἀκούῃ, πολλῆς δεῖται τῆς προσευχῆς. Καὶ ἐπι τρέψει καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ περί τειχος. Τινὲς τὸ τεῖχος, ὅπερ Ἀγρίππας ἐποίησε, φασίν. Καὶ ἐκκενωθήσονται οἱ καιροί. Καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξήκοντα δύο ἐξολοθρευθή σεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγου μένῳ· καὶ ἐκκοπήσονται ὡς ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς Καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία. Ὅρα πῶς πληκτικῶς τὰ κακά (suppl. διηγεῖται). Ἢ καὶ ἥμισυ τῆς ἑβδομάδος, καταπαύσει θυμίαμα. καὶ θυσία, καὶ σπονδή· καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως, καὶ ἕως συντελείας καιροῦ συν τελεσθήσεται ἐπὶ τὴν ἐρήμωσιν. Ὅρα πῶς ἐν τοῖς λυπηροῖς τὸν λόγον κατέπαυσε, καὶ τὰ μὲν χρηστὰ ἀσαφῶς εἶπεν· τοῦτο γάρ ἐστι· ∆υναμώσει πολλοῖς διαθήκην ἑβδομὰς μία· τὰ δὲ λυπηρὰ, συνεχῶς καὶ πολλάκις. Καὶ τὸ βδέλυγμα τῆς ἐρημώσεως. τουτέστι, τὸ Ἀδριανοῦ. Ταῦτα σαφέστερον ὁ Ζαχα ρίας λέγει· λέγει δὲ ἐκεῖνος καὶ τὰ χρηστὰ διὰ τοὺς ἐναπομείναντας. Τάχα καὶ μετὰ Αἴγυπτον τοσαῦτα ἔτη ἐποίησε, καὶ οὐ διεφθάρησαν· νῦν δὲ οὐκ έτι προσδοκᾷς ταῦτα. Ὅρα καὶ τὰ ἄλλα. Οὐκ ἐπι βαίνει Ἰουδαίοις (l. Ἰουδαῖος), καθάπερ καὶ πρό 56.241 τερον τῆς πόλεως. Τίς δὲ ὅλως περὶ ἐπανόδου εἶπεν; Οὐδείς.

ΚΕΦΑL. Ιʹ. Ἐν ἔτει τρίτῳ τοῦ βασιλέως Περσῶν Κύρου λόγος ἀπεκαλύφθη τῷ ∆ανιὴλ, οὗ

τὸ ὄνομα ἐπ εκλήθη Βαλτάσαρ. Καὶ ἀληθινὸς ὁ λόγος· καὶ δύναμις μεγάλη καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν τῇ ὀπτασίᾳ. Ἐν ταῖς ἡμέραις ἐκείναις ἐγὼ ∆ανιὴλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας. Ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέα καὶ οἶνος οὐκ εἰσῆλθον εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἕως τριῶν ἑβδομάδων ἡμερῶν. Τίνος ἕνεκεν πάλιν πεν θεῖ; Εἰ γὰρ τὸ πρῶτον ἔτος Κύρου ἀνέβη, τίνος ἕνεκεν πενθεῖ; καὶ πάσας ἡμέρας, εἰκὸς μίαν; πάλιν οὐδὲν ἀκούει, ὑπὲρ ὧν εὔχεται. Ἐμοὶ δοκεῖ, ὅτι εὔχεται ὥστε λυθῆναι τὰ δεινὰ ταῦτα. Ἀλλ' οὐδὲν τοιοῦτον ὁ Θεός· καὶ λέγει σαφέστερον αὐτό. Μᾶλλον δὲ ὥστε πάντας ἀνελθεῖν εὔχεται. Εἰ καὶ μεγάλα τὰ δεινὰ, καὶ ἐβούλετο ἀποβαλεῖν τὴν πατρίδα. Οὕτως δὲ σα φέστερον αὐτὸ λέγει, καὶ ἀκριβέστερον. Ὅρα δὴ παν ταχοῦ τὸν ∆ανιὴλ οὐχ ἁπλῶς ἐπιτυγχάνοντα τῶν ὄψεων, ἀλλὰ μετὰ νηστειῶν. Ὅτε ἔδει τὸ ὄναρ μα θεῖν, νηστεία προηγήσατο. Ὅτε Γαβριὴλ ἐφάνη, νη στεία πάλιν καὶ σποδὸς καὶ σάκκος. Ὅτε οὗτος φαί νεται, καὶ νηστεία καὶ εὐχή. Ἀλλ' ὅρα καὶ τοῦτον ἀπολογούμενον αὐτῷ σχεδόν. Καὶ ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου, ἐγὼ ἤμην ἐχόμενος τοῦ ποταμοῦ τοῦ μεγάλου, οὗτός ἐστι Τίγρις. Καὶ ἦρα τοὺς ὀφθαλμούς μου, καὶ εἶδον· καὶ ἰδοὺ ἀνὴρ