1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

35

ΚΕΦΑL. ΙΒʹ.

Ἐν τῷ συντελεσθῆναι διασκορπισμὸν χειρὸς λαοῦ ἡγιασμένου, γνώσονται

ἅγιον, καὶ συντελεσθήσεται ταῦτα πάντα. Καὶ ἐγὼ ἤκουσα, καὶ οὐ συνῆκα, καὶ εἶπον· Κύριε, τί τὰ ἔσχατα τούτων; Καὶ εἶπε· ∆εῦρο, ∆ανιὴλ, ὅτι καὶ ἐμπεφραγμένοι οἱ λόγοι ἕως καιροῦ πέρατος. Ἕως ἐκλεγῶσιν, καὶ ἐκλευκανθῶσιν, καὶ πυρωθῶσι πολλοὶ, καὶ ἀνομήσωσιν ἄνομοι, καὶ οὐ συνήσωσι πάντες ἀσεβεῖς, καὶ οἱ νοήμονες συνήσωσιν. Καὶ ἀπὸ καιροῦ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ, καὶ δοθῆ-ναι βδέλυγμα ἐρημώσεως, ἡμέραι χίλιαι διακόσιαι ἐννενήκοντα. Μακάριος ὁ ὑπομένων καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριακονταπέντε. Καὶ σὺ δεῦρο, καὶ ἀναπαύου· ἔτι γὰρ ἡμέραι εἰς ἀναπλήρωσιν συντελείας· καὶ ἀναπαύσεις τὸν καιρόν σου εἰς συντέλειαν ἡμερῶν. Καὶ σὺ, φησὶ, κάθισον· μετὰ γὰρ χρόνον πολὺν ταῦτά ἐστιν. Ἄρα οὐ περὶ τῆς ἀνόδου θρηνεῖ, ἀλλὰ μετὰ τὸ ἀνελθεῖν περὶ τῶν ἀνελθόντων.

ΚΕΦΑL. ΙΓʹ.

Καὶ ὁ βασιλεὺς Ἀστυάγης προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ· καὶ

παρέλαβεν Κῦρος ὁ Πέρσης τὴν βασιλείαν αὐτοῦ. Καὶ ἦν ∆ανιὴλ συμβιώτης τοῦ βασιλέως, καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς φίλους αὐτοῦ. Τὰ κατὰ τὸν Βὴλ ἡμῖν ἀνέγραψεν ὁ ∆ανιήl. Οὐχ ὁρᾷς, φησὶ, πόσα ἐσθίει καὶ πίνει; Βαβαὶ, ἡλίκον τεκμήριον θεοῦ, καὶ γνώρισμα, τὸ πολλὰ ἐσθίειν καὶ πίνειν. Ὁ ∆ανιὴλ οὐκ εἶπε τοῦτο· Τοῦτο οὖν Θεὸς, εἰπέ μοι; ἀσθενὴς γὰρ ἦν ἐκεῖνος· ἀλλ' ἐκ περιουσίας ἐνίκησεν. Ἐγώ σοι τὸν Θεὸν [τὸν] κτίσαντα τὸν οὐρανὸν λέγω καὶ τὴν γῆν· σὺ δέ μοι γαστέρα μαινομένην παράγεις εἰς μέσον; Τοῦτο μάλιστα οὐκ ἂν εἴη Θεοῦ· Θεὸς γὰρ οὐ πεινάσει, οὐ κοπιάσει. Ἀλλ' οὐ βούλεται ἀπὸ λογισμῶν, ἀλλὰ ἀπὸ πραγμάτων νικᾷν. Καὶ τιμωρίαν ὥρισεν αὐτὸς ὁ βασιλεύς. Τίνος ἕνεκεν οὐχὶ παρόντων ἐσθίει, ἀλλ' ἐν νυκτί; Πῶς ἐκεῖνοι τοῦτο οὐ συνεῖδον, ὅτι ἤμελ 56.245 λον διὰ τῆς βοηθείας ἐλέγχεσθαι; Ὅταν Θεὸς οἰκονομῇ, μηδὲν θαυμάσῃς. Καὶ ἀπέκτεινεν αὐτοὺς, φησί. Τί οὖν πάλιν ἐπὶ τοῦ δράκοντος; θηρίον τις προσκυνεῖ; Καὶ τοῦτον ἀνεῖλεν. Ὁρᾷς πῶς ἀνόητοι, πῶς ἄνανδροι οἱ βασιλεῖς τῶν Περσῶν; Ἐκδίδωσι τὸν ∆ανιήl. Τίνος ἕνεκεν, μετὰ τὴν νίκην τὴν οὕτω λαμπράν; Ὁ δὲ Ἀμβακοὺμ, φησὶ, ἄριστον ἤνεγκε τῷ ∆ανιήl. Ὅρα τὸ θαῦμα. Μὴ γὰρ οὐκ ἦν δυνατὸν αὐτῷ ἄλλοθεν 56.246 ἐνεχθῆναι, ἀλλ' ἀπὸ τῆς Ἰουδαίας; Τοῦτο φίλον ἦν τῷ προφήτῃ, ἵνα μὴ τὰ αὐτὰ ποιήσῃ πάλιν, καθάπερ ἐπὶ τοῦ εὐνούχου, ἵνα μὴ νομίσας ἠλισγῆσθαι τὴν τράπεζαν, τὸν λιμὸν ἐπιτείνῃ. Πόθεν ἔγνω τὸν Ἀμβακούμ; Ἀπὸ τῆς συγγενείας τῆς κατὰ τὴν φωνήν. Ἔμελλεν αὐτὸς κήρυξ γίνεσθαι τοῖς κατὰ τὴν Ἰουδαίαν θαύματος μεγίστου. Πῶς οὐκ ἐφοβήθη τὰ θηρία ὁ ἄνθρωπος; Οὗτος μὲν ἤσθιεν, ἐκεῖνα δὲ ἐνήστευον. Ἔστω, τοῦ σώματος ἀπείχετο τοῦ δικαίου· τίνος ἕνεκεν καὶ τῆς τροφῆς; Ὥσπερ κημός τις καὶ χαλινὸς κατεῖχεν ἐκεῖνα.