1

 2

 3

 4

 5

 6

 7

3

τῶν θείων ἀποκρύπτεσθαί τι νόμων, καὶ ὅτι φόνων 50.656 ὑπεύθυνοι οἱ διδάσκαλοι κρίνονται, ὅταν μὴ πάντα χωρὶς ὑποστολῆς ἐξηγῶνται τοῦ Θεοῦ τὰ δικαιώματα, Παῦλον ὑμῖν τούτων πάλιν παρέξομαι μάρτυρα. ∆ιὰ γὰρ τοῦτο συνεχῶς ὑπὲρ ἁπάντων ἐπὶ τὴν ἁγίαν ἐκείνην καταφεύγω ψυχὴν, ὅτι χρήσιμοί τινές εἰσι καὶ θεῖοι νόμοι τὰ Παύλου ῥήματα. Οὐ γὰρ Παῦλός ἐστιν ὁ λαλῶν, ἀλλ' ὁ Χριστὸς ὁ τὴν ἐκείνου ψυχὴν κινῶν· δι' ἐκείνου γὰρ φθέγγεται πάντα, ἅπερ ἐκεῖνος εἶπε. Τί τοίνυν φησὶν ὁ Παῦλος; Καλέσας τοὺς τὴν Ἔφεσον οἰκοῦντας, καὶ ἐσχάτην πρὸς αὐτοὺς δημηγορίαν εἰπὼν, ἐπειδὴ λοιπὸν αὐτῶν ἀπίστασθαι ἤμελλε, διδάσκων τοὺς ἐφεστηκότας αὐτοῖς, ὅτι καθάπερ οἱ τὸ αἷμα ἐκχέοντες τῶν μαθητῶν, οὕτως οἱ τὰ συμφέροντα μὴ λέγοντες αὐτοῖς, εἰσὶν ὑπεύθυνοι κολάσεως καὶ τιμωρίας, οὕτω πώς φησι· Καθαρός εἰμι ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων. ∆ιὰ τί; Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ· ὡς εἰ ὑπεστείλατο τοῦ μὴ ἀναγγεῖλαι. οὐκ ἦν καθαρὸς ἐκ τοῦ αἵματος, ἀλλ' ὡς ἀνδροφόνος ἐκρίνετο, καὶ μάλα εἰκότως. Ὁ μὲν γὰρ ἀνδροφόνος τὸ σῶμα ἀναιρεῖ μόνον, ὁ δὲ πρὸς χάριν δημηγορῶν, καὶ ῥᾳθυμοτέρους ποιῶν τοὺς ἀκροατὰς, τὴν ψυχὴν ἀπόλλυσι· κἀκεῖνος μὲν τῷ παρόντι προδίδωσι θανάτῳ, οὗτος δὲ τὴν ψυχὴν ἀπόλλυσι, καὶ πρὸς τὰς ἀθανάτους παραπέμπει κολάσεις καὶ τιμωρίας. Ἆρα οὖν Παῦλος μόνος τοῦτό φησιν; Οὐδαμῶς, ἀλλὰ καὶ πρὸ Παύλου πάλιν ὁ Θεὸς διὰ τοῦ προφήτου τὸ αὐτὸ τοῦτο αἰνίττεται οὕτω λέγων· Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ. Τί ἐστι, Σκοπόν; Σκοπὸς λέγεται ὁ τῶν στρατοπέδων κάτω καθημένων ὑψηλὸν καὶ γεώλοφον χωρίον καταλαβὼν κἀκεῖθεν ἐπιόντας τοὺς πολεμίους σκοπεύων, καὶ τοῖς κάτω καθημένοις μηνύων τὴν ἔφοδον, καὶ διεγείρων πρὸς τὴν τοῦ πολέμου παράταξιν, ὥστε μὴ ἀφυλάκτοις ἐπιπεσόντας, μετὰ πολλῆς διαχειρίσασθαι τῆς εὐκολίας. Ἐπεὶ οὖν πολλὰ τῶν ἐπιόντων δεινῶν οὐχ ὁρῶμεν ἡμεῖς οἱ χαμαὶ βαδίζοντες, ᾠκονόμησεν ἡ τοῦ Θεοῦ χάρις, ὥσπερ ἐφ' ὑψηλοῦ χωρίου τῆς προφητείας τοὺς ἁγίους προφήτας ἑστῶτας, μέλλουσαν τοῦ Θεοῦ τὴν ὀργὴν ἡμῖν ἐπιέναι πόῤῥωθεν προμηνύειν, ἵνα διὰ τῆς μετανοίας ἑαυτοὺς ἀνακτησάμενοι, καὶ πεπτωκυῖαν ἡμῶν τὴν ψυχὴν ἀνορθώσαντες, τὴν θεήλατον πόῤῥωθεν ἀποκρουσώμεθα πληγήν. ∆ιὰ τοῦτό φησι· Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ· ἵνα μέλλουσαν ἐπιέναι τὴν συμφορὰν προμηνύσῃς, καθάπερ ἐκεῖνος τοὺς πολεμίους. Καὶ τιμωρίαν δὲ οὐ μικρὰν ἐπιτίθησι τῷ μὴ προλέγοντι τοῦ Θεοῦ τὴν ὀργήν. Ποίαν δὴ ταύτην; Τὰς ψυχὰς τῶν ἀπολλυμένων, φησὶν, ἐκ τῆς χειρός σου ἐκζητήσω. Τίς οὖν οὕτως ὠμὸς καὶ ἀπάνθρωπος καὶ ἀσυμπαθὴς, ὡς ἐγκαλεῖν τῷ λέγοντι καὶ περὶ τῆς τοῦ Θεοῦ διαλεγομένῳ συνεχῶς ὀργῆς, τοσαύτην κόλασιν ὑφίστασθαι μέλλοντι, εἰ σιγήσειεν; Ὅτι μὲν οὖν ἡμῖν οὐ συμφέρει τοῖς λέγουσι τὰ τοιαῦτα σιγᾷν, ἱκανῶς καὶ ὁ προφήτης καὶ ὁ ἀπόστολος ἡμᾶς ἐπαίδευσεν· ὅτι δὲ οὐδὲ ὑμῖν τοῖς ἀκούουσι, δῆλον ἐκεῖθεν. Εἰ μὲν γὰρ ἐγὼ σιγήσας ἀπέκρυπτον τῇ σιγῇ τὰ ἁμαρτήματα, καλῶς ἐδυσχέραινεν ἕκαστος καὶ ἠγανάκτει δικαίως, μὴ σιγῶντος ἐμοῦ· εἰ δὲ καὶ ἡμῶν σιγώντων νῦν, ἀνάγκη πάντως ἐκεῖ 50.657 φανῆναι τὰ πλημμελήματα, τί τὸ ὄφελος ἀπὸ τῆς σιγῆς γένοιτ' ἄν; Ἀλλ' ὄφελος μὲν οὐδὲν, βλάβη δὲ ἐσχάτη. Ἂν μὲν γὰρ εἴπω νῦν, εἰς μετάνοιαν ἄγω καὶ κατάνυξιν διανοίας· ἂν δὲ σιγήσω, νῦν μὲν οὐκ ἀναμνησόμεθα τῶν πεπλημμελημένων ἡμῖν, οὐδὲ μετανοήσομεν· ἐκεῖ δὲ αὐτὰ ὀψόμεθα πρὸ τῶν ὀφθαλμῶν γυμνὰ καὶ τετραχηλισμένα, καὶ θρηνήσομεν εἰκῆ καὶ μάτην.

γʹ. Ἐπεὶ οὖν ἀνάγκη πάντως, ἢ ἐκεῖ, ἢ ἐνταῦθα κατανυγῆναι ἐπὶ τοῖς ἁμαρτήμασι, βέλτιον ἐνταῦθα, καὶ μὴ ἐκεῖ. Πόθεν τοῦτο δῆλον; Ἀπὸ τῶν προφητικῶν ῥημάτων, ἀπὸ τῶν εὐαγγελικῶν. Ὁ μὲν γὰρ προφήτης φησὶν, Ἐν τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; οὐχ ὅτι οὐκ ἐξομολογούμεθα, ἀλλ' ὅτι εἰκῆ τοῦτο ποιοῦμεν. Ὁ δὲ Χριστὸς καὶ διὰ παραβολῆς αὐτὸ τοῦτο ἐπαίδευσε. Λάζαρος γάρ τις