1

 2

 3

 4

4

συνετέθη ἀναλυθήσεται, ὅπερ ἀναστήσεις ὁ ζωοδότης ἄφθαρτον ἐν τῷ τῆς παλιγγενεσίας καιρῷ· τὸ δὲ πνεῦμά μου εἰς χεῖράς σου παρατίθημι. Ἀνάπαυσον, ἅγιε ∆έσποτα, ἐν φωτὶ ζώντων, καὶ ἐν τῇ κατοικίᾳ τῶν εὐφραινομένων, καὶ τοὺς ἐμοὺς γεννήτορας, προγόνους, καὶ ἀδελφοὺς, σοὺς δὲ οἰκέτας εὐγνώμονας· ὅτι, εἰ καὶ ἡμάρτομεν, ἀλλ' οὐκ ἀπέστημεν ἀπὸ σοῦ, οὐδὲ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον, ἀλλὰ σὲ ἔγνωμεν, καὶ σὲ ἠγαπήκαμεν, καὶ σοὶ πεπιστεύκαμεν, καὶ σὲ προσκυνοῦ 63.928 μεν τὸν ἕνα ἐν Τριάδι Θεὸν, ἐν σοί τε προσευχόμεθα, καὶ ἐν σοὶ τὰς τῆς σωτηρίας ἀναρτῶμεν ἐλπίδας.

Ἐλέησον ἡμᾶς κατὰ τὸ μέγα σου ἔλεος, καὶ σῶσον εἰς τὴν ἐπουράνιον καὶ αἰώνιόν σου βασιλείαν. Ναὶ δὴ, Κύριέ μου, Κύριε, οὕτω γενέσθω ταῦτα ἐν ἡμῖν τοῖς ἐλπίζουσιν ἐπὶ σὲ διὰ τὴν πολλήν σου καὶ ἀνυπέρβλητον ἀγαθότητα, καὶ διὰ τὴν ἄφατόν σου εὐσπλαγχνίαν καὶ φιλανθρωπίαν, πρεσβείαις τῆς πανενδόξου, πανυμνήτου, ὑπερευλογημένης, καὶ κεχαριτωμένης δεσποίνης ἡμῶν, ὑπεραγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν ἐπουρανίων καὶ νοερῶν δυνάμεων, καὶ πάντων τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων. Ἀμήν.