1

 2

 3

 4

 5

 6

 7

 8

4

συνάγων ἐν τῷ καιρῷ τῆς εὐχῆς καταχεῖ ταῖς ψυχαῖς ἡμῶν. Καὶ καθάπερ ἄνεμοι πολλάκις ἀπεναντίας προσπίπτοντες, λυχνιαῖον πῦρ ἀναπτόμενον ῥιπίσαντες ἔσβεσαν· οὕτω καὶ ὁ διάβολος, ἐπειδὰν ἴδῃ τὴν φλόγα τῆς εὐχῆς ἡμῖν ἀναπτομένην, μυρίαις φροντίσιν ἔνθεν καὶ ἔνθεν ῥιπίζων, οὐ πρότερον ἀφίσταται ἕως ἂν σβέσῃ τὸ φῶς. Ἀλλ' ὅπερ οἱ τοὺς λύχνους ἐκείνους ἀνάπτοντες ποιοῦσι, τοῦτο καὶ ἡμεῖς ποιήσωμεν. Τί δὲ ἐκεῖνοι ποιοῦσιν; Ἐπειδὰν ἴδωσιν ἄνεμον προσιόντα σφοδρὸν, τὸν δάκτυλον ἐπιθέντες τῇ ὀπῇ τοῦ λύχνου ἀποτειχίζουσι τῷ πνεύματι τὴν εἴσοδον. Ἕως μὲν γὰρ ἂν ἔξωθεν προσβάλλῃ, δυνησόμεθα ἀντιστῆναι· ἐπειδὰν δὲ ἀνοίξωμεν αὐτῷ τὰς θύρας τῆς διανοίας, καὶ ἔνδον δεξώμεθα τὸν ἐχθρὸν, οὐκ ἔτι λοιπὸν οὐδὲ μικρὸν ἀντιστῆναι δυνάμεθα· ἀλλὰ πανταχόθεν κατασβέσας ἡμῶν τὴν μνήμην, ὥσπερ λύχνον καπνιζόμενον, ἀφίησι τὸ στόμα ῥήματα προφέρειν κενά. Ἀλλ' ὥσπερ ἐκεῖνοι τὸν δάκτυλον ἐπιτιθέασι τῇ ὀπῇ τοῦ λύχνου, οὕτως ἡμεῖς ἐπιθῶμεν τὸν λογισμὸν τῇ ἡμετέρᾳ διανοίᾳ· ἀποφράξωμεν τοῦ πονηροῦ πνεύματος τὴν εἴσοδον, ἵνα μὴ σβέσῃ ἡμῶν τὸ φῶς τῆς εὐχῆς. Μέμνησθε τούτων ἀμφοτέρων τῶν παραδειγμάτων, καὶ τοῦ τῶν στρατιωτῶν, καὶ τοῦ ἄρχοντος, καὶ τοῦ κατὰ τὸν λύχνον; ∆ιὰ γὰρ τοῦτο ταῦτα λέγομεν ὑμῖν τὰ παραδείγματα, ἐν οἷς στρεφόμεθα, ἐν οἷς ἐσμεν, ἵνα καὶ ἐντεῦθεν ἀναχωρήσαντες καὶ οἴκοι γενόμενοι, ἀπὸ τῶν ἐν χερσὶ πραγμάτων ὑπόμνησιν λαμβάνωμεν τῶν εἰρημένων. Μέγα ὅπλον εὐχὴ, καὶ μεγάλη ἀσφάλεια. ϛʹ. Ἠκούσατε χθὲς, πῶς οἱ τρεῖς παῖδες πεπεδημένοι κατέλυσαν τὴν τοῦ πυρὸς δύναμιν, πῶς κατεπάτησαν τὴν φλόγα, πῶς περιεγένοντο τῆς καμίνου, καὶ τῆς ἐνεργείας ἐκράτησαν τοῦ στοιχείου; Ἀκούσατε σήμερον πάλιν, πῶς ὁ γενναῖος καὶ μέγας Ἰσαὰκ αὐτῆς περιεγένετο τῆς τῶν σωμάτων φύσεως δι' εὐχῆς. Ἐκεῖνοι κατέλυσαν τοῦ πυρὸς τὴν δύναμιν, οὗτος 51.359 σήμερον τῆς φύσεως πεπηρωμένης ἔλυσε τὰ δεσμά. Καὶ μάθε πῶς τοῦτο ἐποίει. Ἐδέετο, φησὶν, Ἰσαὰκ περὶ τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. Ταῦτα σήμερον ὑμῖν ἀνεγνώσθη· χθὲς περὶ εὐχῆς ὁ λόγος, καὶ σήμερον πάλιν ἀπόδειξις τῆς δυνάμεως τῆς εὐχῆς. Ὁρᾶτε πῶς ἡ τοῦ Πνεύματος ᾠκονόμησε χάρις σύμφωνα τοῖς χθὲς εἰρημένοις ἀναγνωσθῆναι τὰ τήμερον; Ἐδέετο, φησὶν, Ἰσαὰκ περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. Τοῦτο πρῶτον ἄξιον ζητῆσαι, τίνος ἕνεκεν στεῖρα ἦν. Βίου ἦν θαυμαστοῦ καὶ πολλῆς γέμοντος σωφροσύνης καὶ αὐτὴ, καὶ ὁ ἀνήρ. Οὐκ ἔχομεν ἐπιλαβέσθαι τῆς ζωῆς τῶν δικαίων, καὶ εἰπεῖν, ὅτι ἔργον ἁμαρτιῶν ἡ στείρωσις. Καὶ οὐκ αὐτὴ στεῖρα μόνον, ἀλλὰ καὶ ἡ μήτηρ αὐτοῦ ἡ Σάῤῥα, ἡ τεκοῦσα αὐτόν· οὐχ ἡ μήτηρ δὲ αὐτοῦ μόνον στεῖρα ἦν, οὐδὲ ἡ γυνὴ, ἀλλὰ καὶ ἡ νύμφη, ἡ τοῦ Ἰακὼβ γυνὴ ἡ Ῥαχήλ. Τί βούλεται τῶν στειρῶν τούτων ὁ χορός; Πάντες δίκαιοι, πάντες ἐν ἀρετῇ ζῶντες, πάντες ὑπὸ τοῦ Θεοῦ ἐμαρτυρήθησαν. Περὶ γὰρ αὐτῶν ἔλεγεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Περὶ τῶν αὐτῶν καὶ Παῦλος οὕτω πως λέγει· ∆ι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ὁ Θεὸς, Θεὸς καλεῖσθαι αὐτῶν. Πολλὰ αὐτῶν τὰ ἐγκώμια ἐν τῇ Καινῇ, πολλοὶ αὐτῶν οἱ ἔπαινοι ἐν τῇ Παλαιᾷ. Πανταχόθεν λαμπροὶ καὶ εὐδόκιμοι, καὶ πάντες στείρας ἔσχον γυναῖκας, καὶ ἐν ἀπαιδίᾳ μέχρι πολλοῦ διετέλεσαν χρόνου. Ὅταν οὖν ἴδῃς ἄνδρα καὶ γυναῖκα ἀρετῇ συζῶντας, ὅταν ἴδῃς θεοφιλεῖς, εὐσεβείας ἐπιμελουμένους, καὶ ἀπαιδίαν νοσοῦντας, μὴ νομίσῃς ἁμαρτιῶν εἶναι πάντως τὴν ἀπαιδίαν ἀνταπόδοσιν. Πολλοὶ γὰρ τῆς οἰκονομίας οἱ τοῦ Θεοῦ λόγοι καὶ ἡμῖν ἀπόῤῥητοι, καὶ ὑπὲρ πάντων εὐχαριστεῖν δεῖ, καὶ μόνους ἐκείνους ταλανίζειν τοὺς ἐν κακίᾳ ζῶντας, οὐχὶ τοὺς παιδία μὴ κεκτημένους. Πολλάκις ὁ Θεὸς ποιεῖ συμφερόντως· ἡμεῖς δὲ τὴν αἰτίαν τῶν γινομένων οὐκ ἴσμεν. ∆ιὰ τοῦτο πανταχοῦ θαυμάζειν χρὴ αὐτοῦ τὴν σοφίαν, καὶ δοξάζειν τὴν φιλανθρωπίαν αὐτοῦ τὴν ἄφατον. ζʹ. Ἀλλὰ οὗτος μὲν εἰς ἦθος ὁ λόγος ἡμᾶς παιδεῦσαι δύναται· δεῖ δὲ καὶ τὴν αἰτίαν εἰπεῖν, δι' ἢν ἦσαν αἱ γυναῖκες ἐκεῖναι στεῖραι. Τίς οὖν ἡ αἰτία; Ἵν', ὅταν ἴδῃς τὴν Παρθένον τίκτουσαν τὸν κοινὸν ἡμῶν ∆εσπότην, μὴ ἀπιστήσῃς. Οὐκοῦν