1

 2

 3

 4

 5

 6

6

ὑπὲρ ἡμῶν αὐτῶν ἀκουσθησόμεθα, ὅταν ὑπὲρ τῶν ἀδικούντων καὶ ἐπηρεαζόντων τὴν ἱκετηρίαν τῷ Θεῷ προσφέρωμεν. Ἂν οὕτω ῥυθμίσωμεν τὴν ψυχὴν, δυνησόμεθα μετὰ παῤῥησίας λέγειν καὶ ἡμεῖς τῷ Θεῷ· Οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευχῆς μου· καὶ ῥᾳδίως ἐπινεύσει, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν παρέξει ἡμῖν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.