1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

6

τὴν γῆν καταδύῃ τοιούτους κερδῶν ἐπιζητῶν τρόπους; καὶ ποῦ ταῦτα ἀνδρὸς τὰ ῥήματα; Γυναικὸς ἕν ἐστι μόνον, τὰ συλλεγόμενα διαφυλάττειν, τὰς προσόδους διατηρεῖν, τῆς οἰκίας ἐπιμελεῖσθαι· καὶ γὰρ διὰ τοῦτο αὐτὴν ἔδωκεν ὁ Θεὸς, ἵνα ἐν τούτοις ἡμῖν βοηθῇ μετὰ τῶν ἄλλων ἁπάντων. Ἐπειδὴ γὰρ τὸν βίον τὸν 51.231 ἡμέτερον δύο ταῦτα συγκροτεῖν εἴωθε, τὰ πολιτικὰ καὶ ἰδιωτικὰ πράγματα, διελὼν ἀμφότερα ταῦτα ὁ Θεὸς, ταύτῃ μὲν τὴν τῆς οἰκίας προστασίαν ἀπένειμε, τοῖς δὲ ἀνδράσι τὰ τῆς πόλεως ἅπαντα πράγματα, τά τε ἐπὶ τῆς ἀγορᾶς, δικαστήρια, βουλευτήρια, στρατηγίας, τὰ ἄλλα πάντα. Οὐ δύναται ἀκοντίσαι δόρυ, οὐδὲ ἀφεῖναι βέλος ἡ γυνή· ἀλλ' ἠλακάτην δύναται λαβεῖν, καὶ ἱστὸν ὑφᾶναι, καὶ τὰ ἄλλα πάντα τὰ κατὰ τὴν οἰκίαν διαθεῖναι καλῶς. Οὐ δύναται γνώμην εἰσηγήσασθαι ἐν βουλευτηρίῳ· ἀλλὰ δύναται γνώμην εἰσηγήσασθαι ἐν οἰκίᾳ, καὶ πολλάκις ἅπερ συνεῖδεν ὁ ἀνὴρ τῶν κατὰ τὴν οἰκίαν, βέλτιον αὕτη συνεῖδεν. Οὐ δύναται τὰ δημόσια διαθεῖναι καλῶς· ἀλλὰ δύναται παιδία διαθρέψαι καλῶς, τὸ κεφάλαιον τῶν κτημάτων· δύναται θεραπαινίδων κακουργίας συνιδεῖν, καὶ σωφροσύνης ἐπιμεληθῆναι τῶν διακονουμένων, τὴν ἄλλην ἅπασαν τῷ συνοικοῦντι παρέχειν ἄδειαν, καὶ πάσης αὐτὸν τοιαύτης ἀπαλλάξαι φροντίδος ἐν οἴκοις, ταμιείων, ἐριουργίας, ἀρίστου παρασκευῆς, ἱματίων εὐσχημοσύνης, τῶν ἄλλων ἁπάντων ἐπιμελουμένη, ἅπερ ἀνδρὶ οὔτε εὐπρεπὲς, οὔτε εὔκολον μεταχειρίσασθαί ποτε, κἂν μυρία φιλονεικῇ. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλοτιμίας καὶ σοφίας ἔργον, τὸν ἐν τοῖς μείζοσι χρήσιμον, ἐν τοῖς ἐλάττοσι καταδεέστερον καὶ ἄχρηστον εἶναι, ἵνα ἀναγκαία γένηται τῆς γυναικὸς ἡ χρεία. Εἰ γὰρ ἐν ἀμφοτέροις ἐποίησε τὸν ἄνδρα ἐπιτήδειον εἶναι, εὐκαταφρόνητον ἂν τὸ τῶν γυναικῶν ἐγένετο γένος· πάλιν, εἰ τὸ μεῖζον καὶ χρησιμώτερον ἐπέτρεψε τῇ γυναικὶ, πολλῆς ἂν ἐνέπλησε τὰς γυναῖκας τῆς ἀπονοίας. ∆ιὰ τοῦτο οὔτε ἀμφότερα ἑνὶ ἔδωκεν, ἵνα μὴ τὸ ἕτερον ἐλαττωθῇ γένος, καὶ περιττὸν εἶναι δοκῇ· οὔτε ἐξίσης ἀμφότερα ἑκατέρῳ διένειμεν, ἵνα μὴ πάλιν ἐκ τῆς ἰσοτιμίας μάχη τις γένηται καὶ φιλονεικία, τῆς αὐτῆς προεδρίας τοῖς ἀνδράσι φιλονεικουσῶν ἀξιοῦσθαι τῶν γυναικῶν· ἀλλ' ὁμοῦ καὶ τῆς εἰρήνης προνοῶν, καὶ τὴν πρέπουσαν ἑκάστῳ τάξιν διατηρῶν, εἰς δύο ταῦτα διελὼν ἡμῶν τὴν ζωὴν, τὸ μὲν ἀναγκαιότερον καὶ χρησιμώτερον τῷ ἀνδρὶ, τὸ δὲ ἔλαττον καὶ καταδεέστερον δέδωκε τῇ γυναικί· ἵν' ὁ μὲν διὰ τὸ ἀναγκαῖον τῆς χρείας περισπούδαστος ἡμῖν ᾖ, ἡ δὲ διὰ τὸ καταδεέστερον τῆς διακονίας μὴ κατεξανιστᾶται τοῦ συνοικοῦντος. Ταῦτ' οὖν ἅπαντες εἰδότες, ἓν μόνον ζητῶμεν, ψυχῆς ἀρετὴν καὶ εὐγένειαν τρόπων, ἵνα εἰρήνης ἀπολαύωμεν, ἵνα ἐντρυφῶμεν ἐν ὁμονοίᾳ καὶ ἀγάπῃ διηνεκεῖ. Ὁ μὲν γὰρ εὔπορον λαβὼν γυναῖκα, δέσποιναν μᾶλλον ἔλαβεν ἢ γυναῖκα. Εἰ γὰρ, καὶ χωρὶς τούτου, φρονήματός εἰσιν αἱ γυναῖκες ἐμπεπλησμέναι, καὶ πρὸς δόξης ἔρωτα εὐέμπτωτοι, ἂν καὶ ταύτην προσλάβωσι τὴν προσθήκην, πῶς ἔσονται φορηταὶ τοῖς συνοικοῦσιν αὐταῖς; Ὁ δὲ ὁμότιμον ἢ πενεστέραν λαβὼν γυναῖκα, βοηθὸν καὶ σύμμαχον ἔλαβε, καὶ πάντα εἰς τὴν οἰκίαν εἰσήγαγε τὰ ἀγαθά. Ἡ γὰρ τῆς πενίας ἀνάγκη θεραπεύειν αὐτὴν μετὰ πολλῆς τῆς ἐπιμελείας ἀναπείθει τὸν ἄνδρα, καὶ πάντα εἴκειν καὶ πείθεσθαι, καὶ ἔριδος μὲν, καὶ μάχης, καὶ ἀπονοίας, καὶ ὕβρεως πᾶσαν ἀναιρεῖ πρόφασιν· εἰρήνης δὲ, καὶ ὁμονοίας, καὶ ἀγάπης, καὶ συμφωνίας γίνεται σύνδεσμος. Μὴ τοίνυν τοῦτο ζητῶμεν ὅπως χρήματα ἔχωμεν, ἀλλ' ὅπως εἰρήνην, ὅπως ἡδονῆς ἀπολαύωμεν· διὰ τοῦτο γάμος, οὐχ ἵνα πολέμου καὶ μάχης τὰς οἰκίας ἐμπιπλῶμεν, οὐχ ἵνα ἔρεις καὶ φιλονεικίας ἔχωμεν, οὐχ ἵνα πρὸς ἀλλήλους διαστασιάζωμεν, καὶ ἀβίωτον τὸν βίον ποιῶμεν, ἀλλὰ ἵνα βοηθείας ἀπολαύωμεν, καὶ λιμένα ἔχωμεν καὶ 51.232 καταφυγὴν, καὶ παραμυθίαν τῶν ἐπικειμένων κακῶν, ἵνα μεθ' ἡδονῆς τῇ γυναικὶ διαλεγώμεθα. Πόσοι πλουτοῦντες,