1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

2

ἀγωνιζόμενος καινὸν μέν, ὅπερ ἀρχόμενος εἶπον, καὶ παράδοξον, χρήσιμον δὲ καὶ ἀληθῆ καὶ τοῖς βουλομένοις προσέχειν καὶ πείθεσθαι λυσιτελῆ. Καὶ γὰρ ἐπαγγέλλεται δείξειν, ἀλλὰ μὴ θορυβηθῆτε, οὐδένα τῶν ἀδικουμένων παρ' ἑτέρου τινὸς ἀδικούμενον, ἀλλὰ παρ' ἑαυτοῦ τοῦτο πάσχοντα.

2 Ἵνα δὲ σαφέστερος ὁ λόγος γένηται, φέρε, πρῶτον ἐξετάσωμεν τί ἐστιν ἀδικία καὶ περὶ ποίων πραγμάτων ὕλην συνίστασθαι πέφυκε· τί ποτέ ἐστιν ἀνθρωπίνη ἀρετὴ καὶ τί τὸ λυμαινόμενον ταύτην· καὶ τί ποτε δοκεῖ μὲν λυμαίνεσθαι, οὐ λυμαίνεται δέ. Οἷον, -δεῖ γὰρ ἐκ παραδειγμάτων ἐντελῆ ποιῆσαι τὸν λόγον- ἕκαστον τῶν πραγμάτων ἔχει τὸ λυμαινόμενον, ὁ σίδηρος τὸν ἰόν, τὸν σῆτα τὸ ἔριον, προβάτων ἀγέλαι τοὺς λύκους· καὶ οἴνου μὲν ἀρετῆς βλάβη, τὸ παρατραπῆναι καὶ εἰς ὀξίνην μεταπεσεῖν· μέλιτος δὲ τὸ τὴν σύμφυτον ἀπολέσαι γλυκύτητα, καὶ εἰς πικρὸν μετενεχθῆναι χυμόν· λυμαίνεται δὲ καὶ ληΐων κόμαις ἐρυσίβη καὶ αὐχμὸς καὶ ἀμπέλων καρπῷ καὶ φύλλοις καὶ κλήμασι τὸ πονηρὸν τῶν ἀκρίδων στρατόπεδον καὶ ἑτέροις δένδρεσιν ἡ κάμπη καὶ σώμασι δὲ ἀλόγοις ποίκιλα νοσήματα. Καὶ ἵνα μὴ πάντα ἐπεξιόντες μακρὸν ποιήσωμεν τὸν λόγον, καὶ τῇ σαρκὶ τῇ ἡμετέρᾳ καὶ πυρετοὶ καὶ παρέσεις καὶ ἕτερος νοσημάτων ἑσμός. Ὥσπερ οὖν τούτων ἕκαστον ἔχει τὸ λυμαινόμενον αὐτοῦ τῇ ἀρετῇ, φέρε, σκοπήσωμεν τί καὶ τὸ ἀνθρώπων βλάπτει γένος καὶ τί ποτέ ἐστι τὸ λυμαινόμενον ἀνθρώπου ἀρετήν. Οἱ μὲν οὖν πολλοὶ ἕτερα ἄλλα νομίζουσι. ∆εῖ γὰρ καὶ τὰς πεπλανημένας δόξας εἰπεῖν καὶ ἀνελόντα αὐτάς, οὕτω τὴν ὄντως λυμαινομένην ἡμῶν ταῖς ἀρεταῖς εἰς μέσον ἀγαγεῖν καὶ δεῖξαι σαφῶς ὅτι ταύτην ἡμᾶς οὐδεὶς δύναται ἀδικῆσαι τὴν ἀδικίαν, οὐδὲ λυμήνασθαι τὴν λύμην, εἰ μὴ αὐτοὶ ἑαυτοὺς προδοίημεν. Οἱ μὲν οὖν πολλοὶ πεπλανημένας ἔχοντες δόξας ἕτερα νομίζουσιν εἶναι τὰ λυμαινόμενα ἡμῶν τῇ ἀρετῇ· οἱ μὲν πενίαν, οἱ δὲ νόσον σώματος, οἱ δὲ τὴν ἐν χρήμασι ζημίαν, ἕτεροι συκοφαντίαν, ἄλλοι θάνατον καὶ ταῦτα ἀποδυρόμενοι καὶ θρηνοῦντες διατελοῦσι καὶ τοὺς πάσχοντας ἐλεοῦντες καὶ δακρύοντες καὶ ἐκπληττόμενοι πρὸς ἀλλήλους λέγουσιν· Οἷα πέπονθεν ὁ δεῖνα· ἀθρόον ἀφῃρέθη τὴν οὐσίαν ἅπασαν. Ἕτερος περὶ ἑτέρου πάλιν· Ὁ δεῖνα ἀρρωστίᾳ χαλεπῇ περιπεσὼν ἀπέγνωσται παρὰ τῶν πρὸς αὐτὸν εἰσιόντων ἰατρῶν. Καὶ ὁ μὲν τοὺς τὸ δεσμωτήριον οἰκοῦντας, ὁ δὲ τοὺς τῆς πατρίδος ἐκπεσόντας καὶ πρὸς τὴν ὑπερορίαν μεταστάντας, ἄλλος τοὺς ἐλευθερίας ἐκπεπτωκότας, ἕτερος τοὺς ὑπὸ πολεμίων ἁρπαγέντας καὶ γενομένους αἰχμαλώτους, ἕτερος τὸν καταποντισθέντα ἢ καέντα, ἄλλος τὸν ὑπὸ οἰκίας καταχωσθέντα θρηνοῦσι καὶ ὀλοφύρονται· τοὺς δὲ ἐν πονηρίᾳ ζῶντας οὐδεὶς ἀλλ', ὃ πάντων ἐστὶ χαλεπώτερον, πολλάκις αὐτοὺς μακαρίζουσιν, ὃ καὶ πάντων αἴτιόν ἐστι τῶν κακῶν. Φέρε οὖν, ἀλλ' ὅπερ ἐξ ἀρχῆς παρεκάλεσα, μὴ θορυβεῖτε, δείξωμεν ὡς οὐδὲν τῶν εἰρημένων ἀδικεῖ τὸν νήφοντα ἄνθρωπον, οὐδὲ τὴν ἀρετὴν αὐτοῦ λυμήνασθαι δύναιτ' ἄν. Τί γάρ, εἰπέ μοι, τὸν τὰ αὐτοῦ πάντα ἀπολωλεκότα ἢ παρὰ συκοφαντῶν ἢ λῃστῶν ἢ καὶ οἰκείων κακούργων ἀφαιρεθέντα τὰ ὄντα ἔβλαψεν αὕτη ἡ ζημία εἰς ἀρετὴν τοῦ ἀνθρώπου; μᾶλλον δέ, εἰ δοκεῖ, πρῶτον ὑπογράψωμεν τί ποτέ ἐστιν ἀνθρώπου ἀρετή, ἐν ἑτέραις οὐσίαις πρότερον τὸν λόγον γυμνάσαντες ὥστε εὐμαθέστερον αὐτὸν ποιῆσαι καὶ σαφέστερον τοῖς πολλοῖς.

3 Τί ποτε οὖν ἐστιν ἵππου ἀρετή; ἆρα τὸ χρυσοῦν ἔχειν χαλινὸν καὶ τελαμῶνας τοιούτους καὶ στρωματόδεσμον ἐκ σηρικῶν νημάτων συγκείμενον καὶ τάπητας ποικίλους καὶ χρυσοπάστους καὶ φάλαρα λιθοκόλλητα καὶ πλοκάμους χρυσοῖς σχοινίοις συμπεπλεγμένους ἢ τὸ δρομικὸν εἶναι καὶ εὐσκελῆ καὶ βαδίζειν εὔρυθμα καὶ ὁπλὰς ἔχειν ἵππῳ πρεπούσας γενναίῳ καὶ ἀνδρείαν κεκτῆσθαι τὴν ἐν ἀποδημίαις μακραῖς, τὴν ἐν πολέμοις ἁρμόζουσαν καὶ δύνασθαι καὶ ἐν παρατάξει μετὰ πολλοῦ φαίνεσθαι τοῦ παραστήματος καὶ τροπῆς γενομένης σῴζειν τὸν ἀναβάτην; Οὐκ εὔδηλον ὅτι ταῦτα ἵππου ἀρετή, οὐκ ἐκεῖνα; Τί δὲ ὄνων καὶ ἡμιόνων