1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

3

ποίαν φαίης ἀρετὴν εἶναι; Οὐ τὸ δύνασθαι μετ' εὐκολίας ἀχθοφορεῖν καὶ ῥᾳδίως τὰς ὁδοὺς διανύειν καὶ πόδας ἔχειν στερρότητα πέτρας μιμουμένους; Μὴ τὰ ἔξωθεν αὐτοῖς περικείμενα συντελεῖν τι πρὸς τὴν οἰκείαν ἀρετὴν αὐτῶν φήσομεν; οὐδαμῶς. Ἄμπελον δὲ ποίαν θαυμασόμεθα; τὴν τοῖς φύλλοις κομῶσαν καὶ τοῖς κλήμασιν ἢ τὴν τῷ καρπῷ βριθομένην; Ποίαν δὲ ἀρετὴν ἐλαίας εἶναί φαμεν; ὅταν μεγάλους ἔχῃ τοὺς κλάδους καὶ πολλὴν τὴν ἀπὸ τῶν φύλλων κόμην ἢ ὅταν τὸν οἰκεῖον καρπὸν δαψιλῆ καὶ πανταχοῦ διεσπαρμένον ἐμφαίνῃ; οὕτω δὴ καὶ ἐπὶ τῶν ἀνθρώπων ποιῶμεν· διευκρινήσωμεν τὴν ἀρετὴν τὴν τοῦ ἀνθρώπου καὶ βλάβην εἶναι ἐκείνην νομίσωμεν μόνην, τὴν αὐτῇ λυμαινομένην. Τί οὖν ἐστιν ἀρετὴ ἀνθρώπου; οὐ χρήματα ἵνα πενίαν δείσῃς· οὐδὲ ὑγίεια, ἵνα φοβηθῇς ἀρρωστίαν· οὐδὲ ἡ τῶν πολλῶν ὑπόληψις, ἵνα ὑπίδῃς δόξαν πονηράν· οὐδὲ τὸ ζῆν ἁπλῶς καὶ εἰκῇ, ἵνα φοβερός σοι γένηται ὁ θάνατος· οὐδὲ ἐλευθερία, ἵνα δουλείαν φύγῃς· ἀλλ' ἡ τῶν ἀληθῶν δογμάτων ἀκρίβεια καὶ ἡ κατὰ τὸν βίον ὀρθότης. Ταῦτα οὐδὲ αὐτὸς ὁ διάβολος ἀποσυλῆσαι δυνήσεται, ἐὰν ὁ κεκτημένος αὐτὰ μετὰ τῆς προσηκούσης ἀκριβείας διαφυλάττῃ. Καὶ ταῦτα καὶ ὁ πονηρότατος καὶ ἄγριος δαίμων ἐκεῖνος οἶδε. ∆ιὰ γάρ τοι τοῦτο καὶ τὴν οὐσίαν ἐσύλα τοῦ Ἰώβ, οὐχ ἵνα πένητα ποιήσῃ, ἀλλ' ἵνα βλάσφημόν τι ῥῆμα ἐκβαλεῖν βιάσηται καὶ τὸ σῶμα κατέτεμνεν, οὐχ ἵνα ἀρρωστίᾳ περιβάλῃ, ἀλλ' ἵνα ὑποσκελίσῃ τὴν κατὰ ψυχὴν ἀρετήν. Ἀλλ' ὅμως πάντα αὐτοῦ κινήσας τὰ μηχανήματα καὶ πένητα ἀντὶ πλουτοῦντος ποιήσας, τοῦτο δὴ πᾶσιν ἡμῖν φρικωδέστατον εἶναι δοκοῦν, ἀντὶ πολύπαιδος ἄπαιδα καὶ καταξάνας αὐτοῦ τὸ σῶμα ἅπαν, τῶν ἐν δικαστηρίοις δημίων χαλεπώτερον-οὐ γὰρ οὕτως διορύττουσιν οἱ ἐκείνων ὄνυχες τὰς πλευρὰς τῶν ἐμπιπτόντων αὐτοῖς ὡς κατέξαναν αὐτοῦ τὴν σάρκα τῶν σκωλήκων τὰ στόματα- καὶ πονηρὰν αὐτῷ περιθεὶς δόξαν-οἱ γὰρ φίλοι αὐτῷ παρόντες ἔλεγον· Οὐκ ἄξια ὧν ἥμαρτες μεμαστίγωσαι, καὶ πολλοὺς ἀπέτεινον κατ' αὐτοῦ κατηγορίας λόγους-καὶ οὐχὶ τῆς πόλεως ἐξέβαλε μόνον, οὐδὲ τῆς οἰκίας, καὶ εἰς ἄλλην μεταστήσας πόλιν, ἀλλὰ τὴν κοπρίαν καὶ οἰκίαν αὐτῷ καὶ πόλιν καταστήσας, οὐ μόνον οὐδὲν αὐτὸν ἐλυμήνατο, ἀλλὰ καὶ λαμπρότερον δι' ὧν ἐπεβούλευσεν ἀπέφηνεν. Ὁ δὲ οὐ μόνον τι τῶν ὄντων οὐκ ἀφείλετο καίτοι τοιαῦτα ἀφελόμενος, ἀλλὰ καὶ μείζονα αὐτῷ τὸν πλοῦτον τῆς ἀρετῆς εἰργάσατο· καὶ γὰρ πλείονος μετὰ ταῦτα ἀπέλαυσε παρρησίας, ἅτε καὶ σφοδρότερον ἀγωνισάμενος ἀγῶνα. Εἰ δὲ ὁ τοσαῦτα παθὼν οὐδὲν ἠδίκηται, καὶ παθὼν οὐ παρὰ ἀνθρώπου, ἀλλὰ παρὰ τοῦ πάντων ἀνθρώπων πονηροτέρου δαίμονος, τίς ἕξει λοιπὸν ἀπολογίαν τῶν λεγόντων ὅτι Ὁ δεῖνά με ἠδίκησε καὶ παρέβλαψε; Εἰ γὰρ ὁ διάβολος ὁ τοσαύτης γέμων κακίας, πάντα αὐτοῦ κινήσας τὰ ὄργανα καὶ πάντα ἀφεὶς τὰ βέλη καὶ ὅσα ἦν ἐν ἀνθρώποις κακά, μετὰ πολλῆς τῆς ὑπερβολῆς, καὶ εἰς τὴν οἰκίαν τοῦ δικαίου καὶ εἰς τὸ σῶμα κενώσας, οὐδὲν τὸν ἄνδρα ἠδίκησεν ἀλλά, ὅπερ ἔφην, καὶ μᾶλλον ὠφέλησε, πῶς δυνήσονταί τινες τὸν δεῖνα καὶ τὸν δεῖνα αἰτιάσασθαι, ὡς παρ' αὐτῶν, ἀλλ' οὐχ ὡς οἴκοθεν ἠδικημένοι;

4 Τί οὖν; φησίν· τὸν Ἀδὰμ οὐκ ἠδίκησε καὶ ὑπεσκέλισε καὶ ἐξέβαλε τοῦ παραδείσου; Οὐχ οὗτος ἀλλ' ἡ τοῦ ἀδικηθέντος ῥᾳθυμία καὶ τὸ μὴ νήφειν μηδὲ ἐγρηγορέναι. Ὁ γὰρ τοιαῦτα καὶ τοσαῦτα προσαγαγὼν μηχανήματα καὶ τὸν Ἰὼβ κατενεγκεῖν μὴ δυνηθείς, πῶς ἂν ἐξ ἐλαττόνων ἐκράτησε τοῦ Ἀδάμ, εἰ μὴ διὰ τῆς οἰκείας ῥᾳθυμίας ἑαυτὸν προέδωκεν ἐκεῖνος; Τί οὖν; ὁ συκοφάνταις περιπεσὼν καὶ δημευθεὶς τὴν οὐσίαν οὐκ ἠδίκηται, καὶ τὰ ὄντα πάντα ἀφαιρεθεὶς καὶ πατρῴων ἐκπεσὼν καὶ πενίᾳ παλαίων ἐσχάτῃ; Οὐκ ἠδίκηται, ἀλλὰ καὶ ἐκέρδανεν, ἐὰν νήφῃ. Τί γάρ, εἰπέ μοι, τοῦτο παρέβλαψε τοὺς ἀποστόλους; οὐ λιμῷ καὶ δίψει καὶ γυμνότητι συνεχῶς ἐπάλαιον; Καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο καὶ σφόδρα ἦσαν λαμπροὶ καὶ ἐπίσημοι καὶ πολλὴν παρὰ τοῦ θεοῦ τὴν βοήθειαν ἐπεσπάσαντο. Τί δὲ τὸν Λάζαρον ἡ νόσος καὶ τὰ ἕλκη καὶ ἡ πενία καὶ ἡ ἐρημία τῶν προστησομένων