1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

7

πλοῦτος, ἄνθρωπε, περισπούδαστος εἶναί σοι δοκεῖ; διὰ τὴν ἡδονὴν πάντως τὴν ἀπὸ τῶν τραπεζῶν; διὰ τὴν τιμὴν καὶ τὴν δορυφορίαν τὴν ἀπὸ τῶν θεραπευόντων; διὰ τὸ δύνασθαι τοὺς λυποῦντας ἀμύνασθαι καὶ πᾶσι εἶναι φοβερόν; Οὐδὲ γὰρ ἂν ἑτέρας αἰτίας ἔχοις εἰπεῖν, ἀλλ' ἢ ἡδονὴν καὶ κολακείαν καὶ φόβον καὶ τιμωρίαν. Οὔτε γὰρ σοφώτερον, οὔτε σωφρονέστερον, οὔτε ἐπιεικέστερον, οὔτε συνετώτερον πάντως ποιεῖν εἴωθεν, οὐ χρηστόν, οὐ φιλάνθρωπον, οὐκ ὀργῆς κρείττονα, οὐ γαστρὸς ἀμείνω, οὐχ ἡδονῶν ἀνώτερον· οὐ μετριάζειν παιδεύει, οὐ συνεστάλθαι διδάσκει, οὐκ ἄλλο τι μέρος τῆς ἀρετῆς εἰς τὴν ψυχὴν εἰσάγει καὶ καταφυτεύει. Οὐδ' ἂν ἔχοις εἰπεῖν διὰ τί τούτων περισπούδαστος ἐστί σοι καὶ ποθεινὸς οὗτος. Οὐ γὰρ δὴ μόνον οὐδὲν οἶδε μεταφυτεύειν ἢ γεωργεῖν τῶν ἀγαθῶν, ἀλλὰ κἂν ἀποκείμενα εὕρῃ, λυμαίνεται καὶ κωλύει καὶ καταμαραίνει· ἔνια δὲ καὶ ἀνασπᾷ καὶ τὰ ἐναντία τούτων ἐπεισάγει, ἀκολασίαν ἄμετρον, θυμὸν ἄκαιρον, ὀργὴν ἄδικον, ἀπόνοιαν, ὑπερηφανίαν, ἄνοιαν. Ἀλλὰ μὴ εἴπω περὶ τούτων· οἱ γὰρ τῇ νόσῳ ταύτῃ ἑαλωκότες οὐκ ἂν ἀνασχοῖντο περὶ ἀρετῆς καὶ κακίας ἀκούοντες, τῆς ἡδονῆς ὄντες ὅλοι καὶ διὰ τοῦτο αὐτῆς γινόμενοι δοῦλοι, κατηγορουμένων αὐτῶν ὁμοῦ καὶ ἐλεγχομένων ἰδεῖν. Φέρε οὖν τέως τὸν περὶ τούτων λόγον ἀφέντες, τὰ λοιπὰ εἰς μέσον ἀγάγωμεν καὶ ἴδωμεν εἴ τινα ἡδονὴν ὁ πλοῦτος ἔχει, εἴ τινα τιμήν. Τοὐναντίον γὰρ ἅπαν ὁρῶ καί, εἰ βούλεσθε, πρῶτον τὰς τραπέζας τῶν πλουτούντων καὶ πενομένων ἐξετάσωμεν καὶ ἐρώμεθα τοὺς ἑστιωμένους, τίνες μάλιστά εἰσιν οἱ καθαρὰν καὶ γνησίαν καρπούμενοι ἡδονήν· οἱ πρὸς διαμεμετρημένην τὴν ἡμέραν ἐπὶ τῶν στιβάδων κατακείμενοι καὶ τὰ δεῖπνα τοῖς ἀρίστοις συνάπτοντες καὶ τὴν γαστέρα διαρρηγνύντες καὶ τὰς αἰσθήσεις πηροῦντες καὶ τῷ ὑπερόγκῳ τῶν ἐδεσμάτων φορτίῳ τὸ πλοῖον καταποντίζοντες καὶ ὑπέραντλον ποιοῦντες τὴν ναῦν καὶ, καθάπερ ἐν ναυαγίῳ τῷ τοῦ σώματος, κατακλύζοντες αὐτὴν καὶ πέδας καὶ χειροπέδας καὶ γλωσσοπέδας ἐπινοοῦντες καὶ ἅπαν αὐτῶν καταδεσμοῦντες τὸ σῶμα, ἁλύσεως σιδηρᾶς χαλεπωτέρῳ δεσμῷ τῷ τῆς μέθης καὶ τῆς τρυφῆς καὶ μήτε ὕπνον αἱρούμενοι γνήσιον καὶ εἰλικρινῆ, μήτε ὀνειράτων ἀπηλλαγμένοι φοβερῶν, τῶν τε μαινομένων ὄντες ἀθλιώτεροι καὶ αὐθαίρετον τὸν δαίμονα ἐπεισάγοντες τῇ ψυχῇ καὶ γέλως προκείμενοι τῷ θεάτρῳ τῶν οἰκετῶν, μᾶλλον δὲ τραγῳδία καὶ δακρύων ὑπόθεσις τοῖς ἐπιεικεστέροις αὐτῶν, καὶ μηδένα εἰδότες τῶν παρόντων, μήτε εἰπεῖν τι καὶ ἀκοῦσαι δυνάμενοι, ἀλλὰ φοράδην ἀπὸ τῶν στιβάδων ἐπὶ τὴν κλίνην ἀγόμενοι; ἢ οἱ νήφοντες καὶ ἐγρηγορότες καὶ τῇ χρείᾳ τὸ μέτρον ὁρίζοντες καὶ ἐξ οὐρίας πλέοντες καὶ μέγιστον ἥδυσμα τὸ πεινῆν καὶ διψῆν ἔχοντες ἐπί τε τῶν σιτίων, ἐπί τε τῶν ποτῶν; Οὐδὲν γὰρ οὕτω καὶ ἡδονὴν καὶ ὑγίειαν ἐργάζεται, ὡς τὸ πεινῶντα καὶ διψῶντα τῶν προκειμένων ἅπτεσθαι καὶ κόρον εἰδέναι τὴν χρείαν μόνην καὶ μὴ ὑπερβαίνειν ταύτης τὰ σκάμματα, μηδὲ μεῖζον τῆς δυνάμεως ἐπιτιθέναι τὸ ἄχθος τῷ σώματι.

8 Εἰ δὲ ἀπιστεῖς μου τῷ λόγῳ, κατάμαθε τὰ ἑκατέρων σώματα καὶ τὴν ἑκάστου ψυχήν. Οὐχὶ τὰ μὲν τῶν διαιτωμένων συμμέτρως-μὴ γάρ μοι τὸ σπανιάκις συμβαῖνον εἴπῃς, καὶ εἴ τινες ἀσθενεῖς εἶεν ἐκ περιστάσεως ἑτέρας τινός, ἀλλ' ἀπὸ τῶν ἀεὶ καὶ συνεχῶς συμβαινόντων τὰς ψήφους λάμβανε-οὐχὶ τῶν μὲν συμμέτρως ἑστιωμένων εὔρωστα τὰ σώματα καὶ τετρανωμέναι αἱ αἰσθήσεις, τὴν οἰκείαν χρείαν πληροῦσαι μετὰ πολλῆς τῆς εὐκολίας· ἐκείνων δὲ πλαδαρὰ καὶ παντὸς κηροῦ μαλακώτερα καὶ ἑσμῷ νοσημάτων πολιορκούμενα; Καὶ γὰρ καὶ ποδάγραι ταχέως αὐτοῖς ἐφίπτανται καὶ τρόμος ἄκαιρος καὶ γῆρας ἄωρον καὶ κεφαλαλγίαι καὶ διατάσεις καὶ στομάχων πηρώσεις καὶ ὀρέξεως ἀναίρεσις καὶ διηνεκῶν δέονται ἰατρῶν καὶ συνεχῶν τῶν φαρμάκων καὶ καθημερινῆς τῆς θεραπείας. Ταῦτα οὖν ἡδονῆς; εἰπέ μοι. Καὶ τίς ἂν εἴποι τῶν εἰδότων ὅ τι ποτέ ἐστιν ἡδονή; Ἡδονὴ γὰρ γίνεται τότε, ὅταν ἐπιθυμίας ἡγουμένης ἀπολαύσῃς, ἐπεὶ ἐὰν ἀπόλαυσις μὲν ᾖ,